Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
…νώβῳ τέρψει δὲ νηῶν ὁ γλυκύς σε χωρίτῃς πλόος κομίζων δῶρα πλουσίου Νείλου. καὶ χώριος οὐ σύνθετον, ἀλλὰ τὸ ἐγχώριος καὶ ἐπιχώριος σύνηθες ἐκ τοῦ ἐν χώρᾳ καὶ ἐπὶ χώρας, ὡς τοῦ ἐν τόπῳ ἐντόπιος καὶ τοῦ ἐκ τόπου ἐκτόπιος. τὸ ἐγχώριος καὶ παρὰ Σοφοκλεῖ κεῖται. τὸ δὲ ἐπιχώριος καὶ ἐπιχωριάζειν ἐν τῷ περὶ ψυχῆς φησι Πλάτων.
… 'ιος' ἐθνικὰ ἢ τοπικὰ προπαροξύνονται, Ῥόδιος, Σάμιος, Κύπριος, Αἰγύπτιος, Δήλιος, Ἀψίνθιος, Πύλιος, οὐράνιος, θαλάσσιος, ἐντόπιος, ἐκτόπιος, ἐνδάπιος, ἐγχώριος καὶ ἐπιχώριος, τὸ χώριος μὲν οὐ λέγεται, ἀλλὰ τὰ σύνθετα. τὸ ἐγχώριος καὶ παρὰ Σοφοκλεῖ κεῖται (Oed. Col. 875). τὸ δὲ ἐπιχώριος καὶ ἐπιχωριάζειν ἐν τῷ περὶ ψυχῆς φησι Πλάτων (c. 1). ἐγκώμιος. Ἡσίοδος «εἰ γάρ τοι καὶ χρῆμ´ ἐγκώμιον ἄλλο γένοιτο». Ἄβιος ἔθνος Σκυθικόν. Ὅμηρος (Il. Ν 6) «Γλακτοφάγων Ἀβίων τε, δικαιοτάτων ἀνθρώπων». Ἀλέξανδρος δὲ ἐν τῷ περὶ Εὐξείνου πόντου φησίν, ὡς Διόφαντος ε…