Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Χωχή, κώμη πρὸς τῷ Τίγριδι ποταμῷ. Ἀρριανὸς δεκάτῳ “καὶ βασιλεὺς δ´ ἐξελαύνει ἐκ Σελευκείας οὐ πρόσω τοῦ ποταμοῦ τοῦ Τίγριδος ἐς κώμην ᾗ τινι Χωχὴ ὄνομα”. τὸ ἐθνικὸν δύναται καὶ Χωχηνός καὶ Χωχαῖος, ὡς τὰ παρακείμενα χωρία Καρραῖος Καρρηνός, Βατναῖος Βατνηνός.
… καὶ Τύχη πόλις Σικελίας πλησίον Συρακουσῶν. Ἔφορος ἐν δωδεκάτῳ νῆσον Τυχίαν φησίν. βαρύνεται δὲ καὶ Τρῦχαι πόλις Εὐβοίας. Λυκόφρων δὲ (v. 374) μεταφράσας Τρύχαντα καλεῖ. τὸ δὲ Χωχή κώμη πρὸς τῷ Τίγριδι ποταμῷ ὀξύνεται. Ἀρριανὸς δεκάτῳ »καὶ βασιλεὺς δ´ ἐξελαύνει ἐκ Σελευκείας, οὐ πρόσω τοῦ ποταμοῦ τοῦ Τίγριδος ἐς κώμην, ᾗτινι Χωχὴ ὄνομα«. Τὰ εἰς 'χη' ἔχοντα ἄλλο σύμφωνον κατὰ σύλληψιν ἢ διάστασιν βαρύνεται, βάκχη, κόγχη, λέσχη, λόγχη, τὸ δὲ Λογχή κύριον, Ῥύγχαι χωρίον Εὐβοίας. τὸ δὲ ἀρχή ὀξύνεται. Τὰ εἰς 'χη' ὑπερδισύλλαβα εἰς 'α' ἢ 'υ' παραληγόμενα, εἰ μὴ…