Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ψίλιον, ποταμὸς μεταξὺ Θυνίας καὶ Βιθυνίας. Δομίτιος Καλλίστρατος ἐν τρίτῳ περὶ Ἡρακλείας “ἐγκυριεύσαντος ἀπὸ τοῦ Σαγγάρου χωρίου ἐν[τὸς] τοῦ Ψιλίου ποταμοῦ”. ἔστι καὶ ἄλλος Ψίλις ποταμὸς τῆς Βιθυνίας, ἐκρέων εἰς τὸν Εὔξεινον πόντον. τὸ τοπικὸν Ψιλίτης. ἐν δὲ τῇ συνηθείᾳ ἐπεκράτησεν ἀμφοτέρων τῶν ποταμῶν τοὺς οἰκήτορας Ψιλιανοὺς καλεῖν.
…ιῶν Ἥρας βʹ. ἐκλήθη δὲ ἀπὸ Φρικίου τοῦ Κενταύρου, ὃν ἀπέκτεινεν Ἡρακλῆς. καλεῖται καὶ Φρίκειον, ὃ καὶ Δρίος ὠνομάζετο. Φρύγια τόπος μεταξὺ Βοιωτίας καὶ Ἀττικῆς. Χήσιον πολίχνιον Ἰωνίας, ὡς Ἀπολλόδωρος ἐν χρονικῶν πρώτῳ. Ψίλιον ποταμὸς μεταξὺ Θυνίας καὶ Βιθυνίας. Δομίτιος Καλλίστρατος ἐν τρίτῳ περὶ Ἡρακλείας «ἐγκυριεύσαντος ἀπὸ τοῦ Σαγγάρου χωρίου ἐντὸς τοῦ Ψιλίου ποταμοῦ». Ψύχιον τόπος Κρήτης, ἐν ᾗ πόλις ἦν ὁμώνυμος. Πόρθμιον καὶ Πορθμία κώμη ἐπὶ τῷ στόματι τῆς Μαιώτιδος λίμνης. Μέντιον τὸ ὄρος. Τὰ διὰ τοῦ 'νιον' ἔχοντα πρὸ τοῦ 'ν' σύμφωνον προπαροξύνεται χωρὶς εἰ μὴ ἔχοι ἡ πρώτη τὸ 'α'…
Ψίλιον, ποταμὸς μεταξὺ Θυνίας καὶ Βιθυνίας. Δομίτιος Καλλίστρατος ἐν τρίτῳ περὶ Ἡρακλείας “ἐγκυριεύσαντος ἀπὸ τοῦ Σαγγάρου χωρίου ἐν[τὸς] τοῦ Ψιλίου ποταμοῦ”. ἔστι καὶ ἄλλος Ψίλις ποταμὸς τῆς Βιθυνίας, ἐκρέων εἰς τὸν Εὔξεινον πόντον. τὸ τοπικὸν Ψιλίτης. ἐν δὲ τῇ συνηθείᾳ ἐπεκράτησεν ἀμφοτέρων τῶν ποταμῶν τοὺς οἰκήτορας Ψιλιανοὺς καλεῖν.
Θρᾴκης τοῦ Αἵμου πλησίον, καὶ Σκόλις Ἀχαΐας πόλις καὶ Ψίλις ποταμὸς τῆς Βιθυνίας ἐκρέων εἰς τὸν Εὔξεινον πόντον. Τὰ εἰς 'λις' δισύλλαβα ἀπὸ συμφώνου ἀρχόμενα, εἰ παραλήγοιτο φύσει μακρᾷ χωρὶς 'α' μακροῦ, ὀξύνεται, μηλίς ἡ μηλέα καὶ Μηλίς ἡ χώρα, δουλίς, Δαυλίς πόλις Φωκίδος. Ὅμηρος «Δαυλίδα καὶ Πανοπῆα» (Β 520). δαύλον δὲ τὸ δασύ. δ…