Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ψυκτήριος, τόπος ἐν Θρᾴκῃ, ἀπὸ Ἡρακλέους ἀναψύξαντος τὸν ἱδρῶτα ἐν τῷ καταπαλαῖσαι τὸν Ἀδραμύλην, καθώς φησιν Ἀπολλώνιος ἐν Κνίδου κτίσει. τὸ ἐθνικὸν ὁμωνύμως διὰ τὸ προκατειλῆφθαι τὸ πρωτότυπον, ἔχον αὐτοῦ τὸν τύπον.
…μα δὲ ἡ εἰρήνη. ὠνομάσθησαν δὲ ἀπὸ τοῦ ἔνσπονδοι γενέσθαι τοῖς Ναβαταίοις. Κράνιοι πόλις ἐν Κεφαλληνίᾳ τῇ νήσῳ. Δανδάριος ἔθνος περὶ τὸν Καύκασον, ὡς Ἑκαταῖος Εὐρώπῃ. Σαγγάριος ἔθνος τῆς κάτω Φρυγίας ὁμωνύμως τῷ ποταμῷ. Ψυκτήριος τόπος ἐν Θρᾴκῃ, ἀπὸ Ἡρακλέους ἀναψύξαντος τὸν ἱδρῶτα ἐν τῷ καταπαλαῖσαι τὸν Ἀδραμύλην, καθώς φησιν Ἀπολλώνιος ἐν Κνίδου κτίσει. καὶ τὸ ἐθνικὸν ὁμοφώνως. Βάντιος ἔθνος Θρᾴκης. Ἑκαταῖος. Μαράφιος ἔθνος ἐν Περσίδι ἀπὸ Μαραφίου βασιλέως. Τηλέφιος δῆμος Λυκίας. Μέναιχμος γάρ φησιν ὅτι «ἀπὸ ἑπτὰ σταδίων Πατάρων Τηλέφου κρήνη δείκνυται διὰ τὸ Τήλεφον …