Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ψύλλα, χωρίον μεταξὺ Ἡρακλείας καὶ τοῦ Πόντου. Μένιππος ἐν περίπλῳ τοῦ Πόντου “ἀπὸ Κρηνίδων εἰς Ψύλλαν χωρίον στάδια κʹ, ἀπὸ Ψύλλης χωρίου εἰς Τίον πόλιν καὶ ποταμὸν Βίλλαιον στάδια πʹ”. τὸ ἐθνικὸν Ψυλλάτης.
…πρὸς τὰς Ἡρακλείας στήλας. λέγεται καὶ Σαλμύκη. Ταύακα πόλις Σικελίας. Φίλιστος ὀγδόῳ. Ὄλοκα πόλις Μακεδονίας. Θεόπομπος πέμπτῳ Φιλιππικῶν. τὸ δὲ Ναυσικᾶ κατὰ πάθος ἐγένετο. Τὰ εἰς 'λα' θηλυκὰ βαρύνεται, ψύλλα· ἔστι καὶ χωρίον μεταξὺ Ἡρακλείας καὶ τοῦ Πόντου. Μένιππος ἐν περίπλῳ τοῦ Πόντου »ἀπὸ Κρηνίδων εἰς Ψύλλαν χωρίον στάδια κʹ, ἀπὸ Ψύλλης χωρίου εἰς Τίον πόλιν καὶ ποταμὸν Βιλλαῖον στάδια πʹ«. Σκύλλα. Σίβυλλα. ἅμιλλα. ἄελλα. παῦλα καὶ ἀνάπαυλα. Βάλα πόλις τῆς Γαλιλαίας. Ἰώσηπος (Ant. Iud. 6, 6). Γέλα πόλις Σικελίας. καλεῖται δὲ ἀπὸ ποταμοῦ Γέλα, ὁ δὲ ποταμὸς ὅτι πολλὴν πάχνην γεννᾷ. ταύτην γὰρ τῇ Ὀπικῶν φω…
Ψύλλα, χωρίον μεταξὺ Ἡρακλείας καὶ τοῦ Πόντου. Μένιππος ἐν περίπλῳ τοῦ Πόντου “ἀπὸ Κρηνίδων εἰς Ψύλλαν χωρίον στάδια κʹ, ἀπὸ Ψύλλης χωρίου εἰς Τίον πόλιν καὶ ποταμὸν Βίλλαιον στάδια πʹ”. τὸ ἐθνικὸν Ψυλλάτης.
… Μιλησίου, ὡς Φίλων. Δημοσθένης δ´ ἐν Βιθυνιακοῖς φησι κτιστὴν τῆς πόλεως γενέσθαι Πάταρον ἑλόντα Παφλαγονίαν καὶ ἐκ τοῦ τιμᾶν τὸν Δία Τίον προσαγορεῦσαι. μέμνηται καὶ Μένιππος ἐν Παφλαγονίας περίπλῳ »ἀπὸ Ψύλλης χωρίου ἐς Τίον πόλιν καὶ ποταμὸν Βιλλαῖον στάδιοι ϟ« καὶ »οἱ πάντες ἀπὸ Ἡρακλείας ἐς Τίον πόλιν καὶ ποταμὸν Βιλλαῖον στάδιοι τοʹ«. καὶ πάλιν »οἱ πάντες ἀπὸ Τίου εἰς Ἄμαστριν στάδιοι σκʹ. Στράβων ἐν δωδεκάτῳ οὐδετέρως καὶ τρισυλλάβως τὸ Τίειόν φησιν. Χίος ἡ ἐπιφανεστά…