Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
…“νήσου ἐπὶ Ψυρίης”. τὸ ἐθνικὸν οὖν Ψύριος, τὸ θηλυκὸν Ψυρία, τὸ οὐδέτερον Ψύριον. Στράβων δὲ ἐν τῷ ιδʹ Ψύρα φησὶν οὐδετέρως “τὰ Ψύρα νῆσος ἀπὸ πεντήκοντα σταδίων τῆς ἄκρας”. τὸ ἐθνικὸν Ψυρεύς ὡς Μυρεύς. λαμβάνεται δὲ τὸ ὄνομα ἐπὶ εὐτελείᾳ διὰ τὸ εὐτελεστάτην εἶναι τὴν νῆσον. Κρατῖνος “Ψύρα τὸν Διόνυσον ἄγοντες”. καὶ ἐν Νεμέσει “Ψύρα τε τὴν Σπάρτην ἄγεις”.
…ληγόμενα τῷ 'υ' καὶ μὴ ἀρχόμενα ἀπὸ ἀμεταβόλου ὀξύνεται, σφυρόν, πυρόν, ξυρόν. τὸ μέντοι μύρον βαρύνεται ἀπὸ ἀμεταβόλου ἀρχόμενον. τὸ δὲ Ψύρον. Στράβων ἐν τῷ ιδʹ «τὰ Ψύρα ἀπὸ πεντήκοντα σταδίων τῆς ἄκρας». λαμβάνεται δὲ ὄνομα ἐπὶ εὐτελείᾳ διὰ τὸ εὐτελεστάτην εἶναι τὴν νῆσον. Κρατῖνος «Ψύρα τὸν Διόνυσον ἄγοντες» καὶ ἐν Νεμέσει «Ψύρα τε τὴν Σπάρτην ἄγεις» καὶ Στύρον πλησίον Καρύστου, τῆς Εὐβοίας πόλις καὶ Μύρον πόλις Λυκίας, ἣ καὶ θηλυκῶς Μύρα λέγεται, κύρια ὄντα ὑγιῶς βαρύνεται. Τὰ εἰς 'ρον' λήγοντα καθαρὸν δισύλλαβα ἔχοντα πρὸ τέλους φύσει μακρὰν βαρύνεσθαι θέλει, εἰ …
Ψύρα, νῆσος μικρὰ πλησίον Χίου, ἣν ὁ ποιητὴς Ψυρίαν καλεῖ “νήσου ἐπὶ Ψυρίης”. τὸ ἐθνικὸν οὖν Ψύριος, τὸ θηλυκὸν Ψυρία, τὸ οὐδέτερον Ψύριον. Στράβων δὲ ἐν τῷ ιδʹ Ψύρα φησὶν οὐδετέρως “τὰ Ψύρα νῆσος ἀπὸ πεντήκοντα σταδίων τῆς ἄκρας”. τὸ ἐθνικὸν Ψυρεύς ὡς Μυρεύς. λαμβάνεται δὲ τὸ ὄνομα ἐπὶ εὐτελεί…
καὶ θύρα ἐκτείνοντα τὸ 'α' καὶ συστέλλοντα τὸ 'υ' παροξύνεται, ὡσαύτως καὶ Μύρα πόλις Λυκίας ἀπὸ μύρων ἢ ἀπὸ Μύρωνος ἢ ἀπὸ Μύρου ποταμοῦ παραρρέοντος· ἄμεινον δὲ τὸ πρῶτον. λέγεται καὶ οὐδετέρως. ὡσαύτως καὶ Ψύρα νῆσος μικρὰ πλησίον Χίου, ἣν ὁ ποιητὴς Ψυρίαν καλεῖ »νήσου ἐπὶ Ψυρίης« (Od. γ 171). τὸ δὲ Κύρα ἡ κρήνη ἐκτεῖνον τὸ 'υ' καὶ τὸ 'α' διὰ τοῦ 'η' ἐξηνέχθη Κύρη. σεσημείωται τὸ πυρά ὀξυνόμενον. τὸ δὲ (Od. δ 500) Γυρῇσίν μιν πρῶτα Ποσειδάων ἐπέλασσεν, πέτρῃσιν μεγάλῃσι εἰ καὶ ἰδίως λέγεται, ἀλλ…