Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ψυττάλεια, νῆσος περὶ Σαλαμῖνα. Ἡρόδοτος “εἰς τὴν νησῖδα τὴν Ψυττάλειαν, τὴν μεταξὺ Σαλαμῖνος κειμένην καὶ τῆς ἠπείρου”. Ἡρωδιανὸς μέντοι Ψυττάλην αὐτὴν καλεῖ. ἔοικε δὲ τὸ Ψυττάλεια πρωτότυπον εἶναι, ὡς [Ἀγάμμεια] Μαντίνεια Ἐρύθεια Ζέλεια, ἀφ´ οὗ κατὰ συναλοιφὴν ἐγένετο, ὡς Ἀγάμμη Μαντίνη Ζέλη Ἐρύθη, περὶ ὧν κατὰ τοὺς οἰκείους εἰρήκαμεν τόπους. τὸ ἐθνικὸν Ψυτταλεύς, ὡς Ἀτταλεύς Μαντινεύς Ἀντιοχεύς. ἔστι γὰρ ἡ Ψυττάλεια ὡς Ἀττάλεια. κέκληται δὲ ἀπὸ Ψυττάλου.
δὲ τοῦ ὀνόματος Ταρσὸς ἐκλήθη«. Αἰγιάλη μία τῶν τριῶν πόλεων ἐν Ἀμόργῳ τῇ νήσῳ. Ψυττάλη νῆσος περὶ Σαλαμῖνα. λέγεται καὶ Ψυττάλεια. ἔοικε δὲ Ψυττάλεια πρωτότυπον εἶναι ὡς Ἀγάμμεια, Μαντίνεια, Ἐρύθεια, Ζέλεια, ἀφ´ οὗ κατὰ συναλοιφὴν ἐγένετο ὡς Ἀγάμμη, Μαντίνη, Ζέλη, Ἐρύθη. Μυκάλη πόλις Καρίας. Ἡρόδοτος πρώτῃ (c. 148). Δίδυμος δ´ ὄρος τὴν Μυκάλην φησίν. ἐκλήθη δὲ ἐπεὶ αἱ λοιπαὶ Γοργόνες ἐπ´ οἴκτῳ μυκώμεναι τὴν κεφαλὴν Μεδούσης ἀνεκαλοῦντο. οἱ δὲ Μυχάλην αὐτήν φασιν, ἐπεὶ ἐν μέσῳ κεῖται τῆ…
Ψυττάλεια, νῆσος περὶ Σαλαμῖνα. Ἡρόδοτος “εἰς τὴν νησῖδα τὴν Ψυττάλειαν, τὴν μεταξὺ Σαλαμῖνος κειμένην καὶ τῆς ἠπείρου”. Ἡρωδιανὸς μέντοι Ψυττάλην αὐτὴν καλεῖ. ἔοικε δὲ τὸ Ψυττάλεια πρωτότυπον εἶναι, ὡς [Ἀγάμμεια] Μαντίνεια Ἐρύθεια Ζέλεια, ἀφ´ οὗ κατὰ συναλοιφὴν ἐγένετο, ὡς Ἀγάμμη Μαντίνη Ζέλη Ἐρύθη, περὶ ὧν κατὰ τοὺς οἰκείους εἰρήκαμεν…
… Ζέλεια πόλις Τρωάδος Ζέλη λέγεται. Ὅμηρος «οἱ δὲ Ζέλειαν ἔναιον» (Β 824). παρὰ Ποσειδίππῳ δ´ εὕρηται διὰ τοῦ 'ι' Ζελίη. καὶ Μαντίνεια πόλις Ἀρκαδίας Μαντίνη. Ὅμηρος δὲ «οἳ Τεγέην εἶχον καὶ Μαντινέην ἐρατεινήν» (Β 607). Ψυττάλεια νῆσος περὶ Σαλαμῖνα. Ἡρόδοτος ( 8, 76) «εἰς τὴν νησῖδα τὴν Ψυττάλειαν, τὴν μεταξὺ Σαλαμῖνος κειμένην καὶ τῆς ἠπείρου». λέγεται δὲ καὶ Ψυττάλη. ἔοικε δὲ τὸ Ψυττάλεια πρωτότυπον εἶναι, κέκληται δὲ ἀπὸ Ψυττάλου. Ἀγάθεια πόλις Φωκίδος ὡς Ἑλλάνικος πρώτῳ Δευκαλιωνείας. ἔστι δὲ καὶ Ἀγάθεια πόλις Λιγύων ἢ Κελτῶν, παραγωγὴ τῆς Ἀγάθης ὡς Βερεν…