Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
… Ἀκαρνανίας, ἡ παλαιά λεγομένη ..... ἔστι καὶ τρίτη τῆς Ἀχαΐας. ὁ πολίτης ὤφειλεν εἶναι Ψωφίτης, τῷ τύπῳ τῶν εἰς « ις » ληγόντων. ἀλλὰ γέγονεν ἀπὸ τῆς γενικῆς, ὡς τῆς Ἀρκάδος Ἀρκάδιος καὶ τῆς Αὐλίδος Αὐλίδιος, οὕτω Ψωφῖδος Ψωφίδιος. Ἑκαταῖος γενεαλογιῶν δευτέρῳ “κάπρος ἦν ἐν τῷ ὄρεϊ καὶ Ψωφιδίους κακὰ πολλὰ ἔοργεν”. ἔστι καὶ ἑτέρα Ψωφίς πόλις Λιβύης. ὁ πολίτης Ψωφίτης τῷ τῆς χώρας τύπῳ. λέγεται δὲ καὶ ἡ Ζακυνθίων ἀκρόπολις Ψωφίς ὡς Παυσανίας φησὶν ὀγδόῳ περιηγήσεως.
…τάδιος, Μυσάδιος, Ὑσσάδιος, μινυνθάδιος, τυμβίδιος, Ἀρκάδιος, ὠμίδιος καὶ ἐπωμίδιος, Ἐξάδιος, Κνίδιος, Ἐχινάδιος, Ἐπιλευκάδιος τὸ ἐθνικὸν καὶ Ἐπιλευκάδιοι πόλις μετὰ Ἀκαρνανίαν· Ἑκαταῖος Εὐρώπῃ. Ἀράδιος, Τενέδιος, Λεβέδιος, Ψωφίδιος· Ἑκαταῖος γενεαλογιῶν δευτέρῳ «κάπρος ἦν ἐν τῷ ὄρεϊ καὶ Ψωφιδίους κακὰ πολλὰ ἔοργεν». Αὐλίδιος, Δαυλίδιος, Βουλίδιος, Ἠλίδιος, Μιμνίδιος, Λυχνίδιος, Ἀσπαλαθίδιος, Ἀλγίδιος, Ἰσίνδιος, Σισίνδιος, Ἀλαρόδιος ἔθνος περὶ τὸν Πόντον ὡς Ἡρόδοτός φησιν ( 3, 94. 7, 79). σεσημείωται τὸ ἐρῳδιός ὀξυνόμενον. ἐξηκολο…