Ὠκεανός

Stephanos of Byzantium - Ethnika

Ὠκεανός OCR ✓ Trans ✓ Confirmed ✓
river
Entry #8
Greek source: meineke
Meineke: 706.17 | Billerbeck: Ω8
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-02-13
Word count: 110
Source: ../graphic/page_138_001.png
Edit
Ὠκεανός, ὁ ποταμὸς ὁ περιέχων τὴν γῆν. Φαβωρῖνος ἐν ταῖς παντοδαπαῖς ἱστορίαις “προσαγορεύουσι δὲ τὴν ἔξω θάλατταν ἐκεῖ μὲν οἱ πολλοὶ τῶν βαρβάρων Ὠκεανόν, οἱ δὲ τὴν Ἀσίαν οἰκοῦντες μεγάλην θάλατταν, οἱ δ´ Ἕλληνες Ἀτλαντικὸν πέλαγος”. ἐκλήθη δ´ οὕτως παρὰ τὸ ὠκέως νάειν, ὅ ἐστι ῥεῖν. οἱ παροικοῦντες Ὠκεανῖται. καὶ τὸ θηλυκὸν Ὠκεανῖτις. ἀλλὰ καὶ Ὠκεανίς ἐκ τοῦ Ὠκεανός. καὶ ὥσπερ παρὰ τὸ ποταμόν καὶ Κηφισόν καὶ παρὰ γίνεται ἐκ δύο εἰς ἓν παραγωγὴ Παραποτάμιοι καὶ Παρακηφίσιοι, οὕτως καὶ ἐκ τῶν πρὸς Ὠκεανῷ [προσωκεάνιοι] προσωκεανίους ἔφησεν ἐν τῇ ιθʹ τῆς Ῥωμαϊκῆς ἀρχαιολογίας Διονύσιος ὁ Ἁλικαρνασσεὺς οὕτω “Λιβύην χειρωσάμενος μέχρι καὶ τῶν προσωκεανίων ἐθνῶν”. περὶ δὲ τῆς τοιαύτης παραγωγῆς πολλάκις εἰρήκαμεν.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.179
char LCS 160 (27.3%) · word LCS 30 (27.3%)
Stephanos
Ὠκεανός, ὁ ποταμὸς ὁ περιέχων τὴν γῆν. Φαβωρῖνος ἐν ταῖς παντοδαπαῖς ἱστορίαις “προσαγορεύουσι δὲ τὴν ἔξω θάλατταν ἐκεῖ μὲν οἱ πολλοὶ τῶν βαρβάρων Ὠκεανόν, οἱ δὲ τὴν Ἀσίαν οἰκοῦντες μεγάλην θάλατταν, οἱ δ´ Ἕλληνες Ἀτλαντικὸν πέλαγος”. ἐκλήθη δ´ οὕτως παρὰ τὸ ὠκέως νάειν, ὅ ἐστι ῥεῖν. οἱ παροικοῦντες Ὠκεανῖται. καὶ τὸ θηλυκὸν Ὠκεανῖτις. ἀλλὰ καὶ Ὠκεανίς ἐκ τοῦ Ὠκεανός. καὶ ὥσπερ παρὰ τὸ ποταμόν καὶ Κηφισόν καὶ π…
Herodian
…ν βασιλείαν. καὶ πόλιν ᾤκισε Δάρδανον καὶ Δαρδανίαν τὴν χώραν ὠνόμασεν, ἣ Τευκρὶς πρότερον ἐκαλεῖτο». Ἰάρδανος ποταμὸς Λυδίας. Ὅμηρος «Ἰαρδάνου ἀμφὶ ῥέεθρα» (Il. Η 135), ἃ προπαροξύνονται. «τὸ δὲ 'ε' πρὸ τοῦ 'α'» διὰ τὸ ὠκεανός ὁ ποταμὸς ὁ περιέχων τὴν γῆν. Φαβωρῖνος ἐν ταῖς παντοδαπαῖς ἱστορίαις «προσαγορεύουσι δὲ τὴν ἔξω θάλατταν ἐκεῖ μὲν οἱ πολλοὶ τῶν βαρβάρων Ὠκεανόν, οἱ δὲ τὴν Ἀσίαν οἰκοῦντες μεγάλην θάλασσαν, οἱ δὲ Ἕλληνες Ἀτλαντικὸν πέλαγος». ἐκλήθη δὲ οὕτως παρὰ τὸ ὠκέως νάειν, ὅ ἐστι ῥεῖν. καὶ «τὸ 'υ' πρὸ τοῦ 'α'» διὰ τὸ πυανός καὶ κυανός. Τὰ διὰ τοῦ 'ανος' τριγενῆ ὀξύνεται, στεγανός ὁ πυκνός, πιθανός ὁ πρᾷος, ἱκανός…