Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ὠλίαρος, νῆσος τῶν Κυκλάδων μία, περὶ ἧς Ἡρακλείδης ὁ Ποντικὸς ἐν τῷ περὶ νήσων οὕτω φησίν “Ὠλίαρος Σιδωνίων ἀποικία ἀπέχουσα Πάρου σταδίους ιηʹ”. τὸ ἐθνικὸν Ὠλιάριος, ὡς Ἄμυρος Ἀμύριος.
Τὰ εἰς 'ρος' ὑπερδισύλλαβα παραληγόμενα τῷ 'α', μονογενῆ ἢ κύρια, προπαροξύνεται Πίνδαρος, Πάνδαρος, κόμαρος, ἄγγαρος, Αἴσαρος ποταμός, τάλαρος, κύλλαρος, Φρέαρος Ἀθήνησιν ἐπίσημος ἥρως καὶ Φρέαροι δῆμος Ἀθήνησιν, Ὠλίαρος νῆσος τῶν Κυκλάδων μία, περὶ ἧς Ἡρακλείδης ὁ Ποντικὸς ἐν τῷ περὶ νήσων οὕτω φησίν «Ὠλίαρος Σιδωνίων ἀποικία ἀπέχουσα Πάρου σταδίους ιηʹ». Σάγγαρος ποταμός, Τόμαρος ὄρος Δωδώνης, ὅ τινες Τόμουρον. οἱ δὲ Τμάρος. Ταίναρος πόλις Λακωνικὴ ἀπὸ Ταινάρου τοῦ Γεραιστοῦ μὲν ἀδελφοῦ, Διὸς δὲ παιδός· ὃς πλέων σὺν Καλαβρῷ τῷ ἀδελφῷ καὶ τόπον τῆς Πελοποννήσου καταλα…