Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Ὠρισία, πόλις Ἰβηρίας. τὸ ἐθνικὸν Ὠριτανός. Ἀρτεμίδωρος ἐν δευτέρῳ γεωγραφουμένων “ἀμφότεροι γὰρ” φησί “κατοικοῦσι τὴν παραλίαν καί τινα τῆς μεσογείου, πρῶτον μὲν Ὠριτανοί, πόλεις δ´ ἐν αὐτοῖς εἰσι μεγάλαι Ὀρσία καὶ Καστάλων”.
… ἁμαξίς, πύξος πυξίς· ἔστι καὶ πόλις ἐν μεσογαίᾳ τῶν Οἰνωτρῶν. Ἑκαταῖος Εὐρώπῃ. ὄξος ὀξίς. Τὰ εἰς 'πις' διβράχεα ἀπὸ συμφώνου ἢ συμφώνων ἀρχόμενα ὀξύνεται, πραπίς, κοπίς, λεπίς. σεσημείωται τὸ τρόπις. ἔστι καὶ Τρόπις νῆσος... Ἀρτεμίδωρος ἐν δευτέρῳ γεωγραφουμένων. καὶ Νάπις κώμη Σκυθίας. τὸ δὲ ὄπις ἀπὸ φωνήεντος ἄρχεται. * Ἔτι τὰ εἰς 'πις' φύσει μακρᾷ παραληγόμενα ὀξύνεται, οἷον ῥιπίς, ὅπερ ἡ μὲν κοινὴ συνήθεια ἐκτείνει, ἡ δὲ τῶν Ἀθηναίων διάλεκτος συστέλλει, Ἀπίς ἡ Ἀπία ὡς Ἐρατ…