Stephanos of Byzantium - Ethnika
Phaiax and Phaiakia: after Phaiax. Hellanikos, book 1 in his Priestesses: ‘Phaiax, son of Poseidon and Kerkyra daughter of Asopos, after whom the island Kerkyra was named, having previously been called both Drepane and Scheria.’ The feminine is ‘Phaiakis’. The inhabitants are ‘Phaiakes’.
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Φαίαξ καὶ Φαιακία, ἀπὸ Φαίακος. Ἑλλάνικος Ἱερειῶν αʹ “Φαίαξ ὁ Ποσειδῶνος καὶ Κερκύρας τῆς Ἀσωπίδος, ἀφ´ ἧς ἡ νῆσος Κέρκυρα ἐκλήθη, τὸ πρὶν Δρεπάνη τε καὶ Σχερία κληθεῖσα”. τὸ θηλυκὸν Φαιακίς. οἱ ἐνοικοῦντες Φαίακες.
…όντου ὁ καὶ Ῥύνδακος. Κάσταξ πόλις Ἰβηρίας. Μάρμαξ ἔθνος Αἰθιοπικόν· Ἑκαταῖος Ἀσίᾳ. Θόρναξ ὄρος τῆς Λακωνικῆς. Νικόλαος δʹ. Ἄμβραξ καὶ Ἄμπραξ ὁ παῖς Θεσπρωτοῦ τοῦ Λυκάονος. Τάμβραξ πόλις Παρθυαίων. ὄμφαξ, φόρταξ, Φαίαξ· Ἑλλάνικος Ἱερειῶν αʹ «Φαίαξ ὁ Ποσειδῶνος καὶ Κερκύρας τῆς Ἀσωπίδος, ἀφ´ ἧς ἡ νῆσος Κερκύρα ἐκλήθη, τὸ πρὶν Δρεπάνη τε καὶ Σχερία κληθεῖσα». καὶ τὸ ἐθνικὸν ὁμοφώνως. θώραξ· ἔστι καὶ πόλις Αἰτωλίας καὶ Μαγνησίας, οἴαξ, πλούταξ, βώμαξ, κνώδαξ. Νῶραξ ὁ Ἐρυθείας καὶ Ἑρμοῦ ὡς Παυσανίας, πῖδαξ, κλῖμαξ, λεῖμαξ, βῶλαξ, μεῖραξ, Γῦναξ, Γῦλαξ, εἰσὶ δὲ ταῦτα κύρια ὀνό…