Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
… Φαιστιάς. ἔστι τῆς Φαιστιάδος καὶ ὁ καλούμενος Λισσής. Ὅμηρος “ἔστι δέ τις Λισσὴς αἰπεῖά τε εἰς ἅλα πέτρη. ἔστι καὶ Ἀχαΐας, ὡς Ῥιανὸς ἐν Ἀχαϊκῶν τρίτῳ. τὸ ἐθνικὸν ὁμοίως Φαίστιος. ἔστι καὶ ἀπὸ τοῦ Φαιστῖνος Φαιστίνιος. ἔστι καὶ ἄλλη Φαιστός Πελοποννήσου ἡ πρότερον Φρίξα καλουμένη.
…» φασιν. παστός, μαστός, ξυστός. Κραστός πόλις Σικελίας τῶν Σικανῶν. Φίλιστος Σικελικῶν τρισκαιδεκάτῳ. Γραστός παῖς Μυγδόνος, ἀφ´ οὗ Γρηστωνία χώρα Θρᾴκης. Φαιστός πόλις Κρήτης «ἐς Φαιστόν, μικρὸς δὲ λίθος» (Od. γ 296). ἔστι καὶ ἄλλη Φαιστός Πελοποννήσου ἡ πρότερον Φρίξα καλουμένη. τὸ δὲ Φαῖστος ἐπὶ τοῦ ἥρωος βαρύνεται «Ἰδομενεὺς δ´ ἄρα Φαῖστον» (Il. Ε 43). σεσημείωται τὸ Δύστος πόλις Εὐβοίας. Θεόπομπος ἐν Φιλιππικῶν κδʹ «ἀποστήσας δὲ τοὺς ἐν αὐτῇ τῇ περιοικίδι τῶν Ἐρετριέων ἐστράτευσεν ἐπὶ πόλιν…