Stephanos of Byzantium - Ethnika
Phakousa: a village between Egypt and the Red Sea. Strabo, book 17. Hekataios says 'Phakoessai' and 'Phakoessais'. There are also the 'Phakousai' islands and 'Phakaioi'; the ethnonym is 'Phakousios'.
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Φάκουσα, κώμη μεταξὺ Αἰγύπτου καὶ τῆς Ἐρυθρᾶς θαλάσσης. Στράβων ιζʹ. Ἑκαταῖος δὲ Φακόεσσαι καὶ Φακοέσσαις φησί. καὶ Φάκουσαι νῆσοι καὶ Φάκαιοι· τὸ ἐθνικὸν Φακούσιος.
…αῖς. Μελίτουσα πόλις Ἰλλυρίας. Πολύβιος τρισκαιδεκάτῳ. Μήλουσα νῆσος κατὰ Ἴβηρας. Ἑκαταῖος Εὐρώπῃ. Τέλφουσα πόλις Ἀρκαδίας ἀπὸ νύμφης λεγομένης Τελφούσης, θυγατρὸς Λάδωνος. Τεύτλουσα νῆσος Ἰωνίας. Θουκυδίδης ηʹ (c. 42). Φάκουσα κώμη μεταξὺ Αἰγύπτου καὶ τῆς Ἐρυθρᾶς θαλάσσης. Στράβων ιζʹ. Ἑκαταῖος δὲ Φακόεσσαι καὶ Φακοέσσαις φησί. καὶ Φάκουσαι νῆσοι καὶ Φάκαιοι. Δάφνουσα. οὕτως Δαφνοῦντα πόλιν Φωκικήν φησιν Εὐφορίων. Βάρχουσα πόλις μικρὰ Φοινίκης. Αἴγουσα νῆσος Λιβύης, κατὰ Λίβυας λεγομένη Κατρία.