Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Φαλαισίαι, πόλις Ἀρκαδίας. Παυσανίας ὀγδόῳ. τὸ ἐθνικὸν Φαλαισιεύς.
…ς Ἀχαΐας. «οἵ θ´ Ὑπερησίην τε καὶ αἰπεινὴν Γονόεσσαν». Ὅμηρος (Β 573). κακῶς δὲ Θέων Ὑπέρειαν αὐτὴν καλεῖ. Ὑπέρεια γὰρ πηγὴ Μεσηΐδος. καὶ πόλις Σικελική. ὠνομάσθη δὲ ἀπὸ Ὑπέρητος τοῦ Λυκάονος υἱοῦ. Ῥυσία πόλις Βοιωτίας. Φαλαισίαι πόλις Ἀρκαδίας. Παυσανίας ὀγδόῳ ( 35, 3). Ἀσία πόλις Λυδίας παρὰ τῷ Τμώλῳ, ἐν ᾗ τρίχορδος εὑρέθη κιθάρα, διὸ καὶ Ἀσιὰς ἐκλήθη. καὶ Ἀσία ἡ ἤπειρος· οἱ μὲν ἀπὸ πόλεως Λυδίας, οἱ δὲ ἀπὸ Ἀσίου τοῦ Λυδοῦ ἢ ἐκ τῆς Προμηθέως γυναικὸς ἢ ἀπὸ τοῦ πολλὴν ἄσιν ἔχ…