Stephanos of Byzantium - Ethnika
Hippia, Phalannon, Phallanna">Phalanna: a city in Perrhaibia, named after Phalanna, daughter of Tyro. Lykophron: ‘Gonnos, Phalanna, and the lands of the Olossones.’ Hekataios, in book 1 of his Histories, calls it Hippia. Ephoros too calls it Phalannon in book 9. There is also another in Crete, from which came Phaniades the Peripatetic. A citizen is a ‘Phalannaios’, and the feminine is ‘Phalannaia’.
AI translation — gpt-5.5; Gabe v3
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Φάλαννα, πόλις Περραιβίας, ἀπὸ Φαλάννης τῆς Τυροῦς θυγατρός. Λυκόφρων “Γόννον Φάλανναν ἠδ´ Ὀλοσσόνων γύας”. Ἑκαταῖος ἱστοριῶν αʹ Ἱππίαν αὐτὴν καλεῖ. καὶ Ἔφορος Φάλαννον αὐτὴν καλεῖ ἐν τῷ θʹ. ἔστι καὶ ἑτέρα Κρήτης, ἀφ´ ἧς ἦν Φανιάδης ὁ περιπατητικός. ὁ πολίτης Φαλανναῖος καὶ Φαλανναία τὸ θηλυκόν.
…Κάλαρνα πόλις Μακεδονίας, ὡς Λούκιος ὁ Ταρραῖος. Σάμορνα· οὕτως ἡ Ἔφεσος ἐκαλεῖτο. Φαλάσαρνα πόλις Κρήτης. Μέντυρνα πόλις ἐν Ἰταλίᾳ Σαυνιτῶν. Διονύσιος ἑκκαιδεκάτῳ. Ἱεράπυτνα πόλις Κρήτης. * Τὰ εἰς 'ννα' προπαροξύνεται, Φάλαννα πόλις Περραιβίας ἀπὸ Φαλάννης τῆς Τυροῦς θυγατρός. Λυκόφρων (v. 906) »Γόννον Φάλανναν ἠδ´ Ὀλοσσόνων γύας«. Ἑκαταῖος ἱστοριῶν αʹ Ἱππίαν αὐτὴν καλεῖ καὶ Ἔφορος Φάλαννον αὐτὴν καλεῖ ἐν τῷ θʹ. ἔστι καὶ ἑτέρα Κρήτης. Ἔραννα πόλις Τριφυλίας, ἥτις Κυπαρισσία καλεῖται. Ῥάβεννα πόλις Ἰταλίας. Ἕρμιππος ὁ Βηρύτιος Ῥούενναν αὐτὴν καλεῖ. Διονύσιος δ´ ἐν ἑκκαιδεκάτῳ Ῥωμαϊκῆς ἀρχαιολογίας καὶ πληθυντικῶς καὶ διὰ τοῦ 'η' καὶ δι´ ἑνὸς 'ν' »ἀμφ…