Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Φάλγα, κώμη μέση Σελευκείας τῆς Πιερίας καὶ τῆς ἐν Μεσοποταμίᾳ. Ἀρριανὸς ἐν ιʹ Παρθικῶν. ἡ δὲ φάλγα γλώσσῃ τῇ ἐπιχωρίῳ τὸ μέσον δηλοῖ. τὸ ἐθνικὸν Φαλγηνός καὶ Φαλγαῖος, ὡς Ἐδεσσηνός καὶ Ἐδεσσαῖος καὶ Καρρηνός καὶ Καρραῖος, τὸ μὲν κατὰ λόγον τὸ δὲ κατὰ τὸ ἐπιχώριον.
… ἐκλήθη Θιβαΐς τόπος πρὸς τῷ Πόντῳ. Ἄρυββα. Ἀνάζαρβα πόλις Κιλικίας. Σίσυρβα Ἀμαζὼν καὶ ἀπ´ αὐτῆς μέρος Ἐφέσου. * Τὰ εἰς 'γα' βαρύνεται, Σάλγα πόλις Μαυριτανίας. Ῥάγα πόλις ἐν Μηδίᾳ κτισθεῖσα ὑπὸ Σελεύκου τοῦ Νικάτορος. Φάλγα κώμη μέση Σελευκείας τῆς Πιερίας καὶ τῆς ἐν Μεσοποταμίᾳ. Ἀρριανὸς ἐν ιʹ Παρθικῶν. ἡ δὲ φάλγα τῇ γλώσσῃ τῇ ἐπιχωρίῳ τὸ μέσον δηλοῖ. Σίγγα πόλις Λιβύης, ὡς Πολύβιος δεκάτῳ. ὀξύνεται δὲ τὸ Αἰγά τῆς Αἰολίδος ἄκρα, ὡς Στράβων »οὕτω γὰρ καὶ τὸ ὄρος ὅλον ὠνομάζετο, ὃ νῦν Κάνην καὶ Κάνας λέγουσι· «λέγεται δὲ παρὰ Αἰγὰν…