Φάληρον, δῆμος καὶ ἐπίνειον τῆς Ἀττικῆς. Παυσανίας πρώτῳ περιηγήσεως Ἑλλάδος. καὶ πληθυντικῶς τὰ Φάληρα· Ξενοφῶν ἱππαρχικῷ. ἀπὸ γὰρ Φαλήρου Φαληρεῖς ὀνομάζονται οἱ Ἀθηναῖοι. λέγεται δὲ καὶ ὁ δῆμος καὶ ὁ δημότης Φαληρεύς. λέγεται καὶ Φαληραῖος καὶ θηλυκῶς Φαληρίς. τὰ τοπικὰ Φαληρόθεν Φάληρόνδε καὶ Φαληροῖ. καὶ Φαληρικόν. ἔστι καὶ πόλις ἐν Ὀπικοῖς, εἰς ἣν ἐξεβράσθη Παρθενόπη ἡ Σειρήν, ἣ καλεῖται Νεάπολις· ἔστι καὶ Θετταλίας ἄλλη πρὸς τῇ Οἴτῃ, ἣν Ῥιανὸς διὰ τοῦ « α » γράφει Φάλαρον λέγων καὶ Φάληρον διὰ τοῦ « η ».
Translation pending