Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Φαλώρη, πόλις Θετταλίας. ταύτην Ῥιανὸς Φαλώρειαν καλεῖ. τὸ ἐθνικὸν Φαλωρεύς καὶ Φαλωρείτης ὡς Μαρωνείτης.
…τῶν πολεμούντων τοῖς Θρᾳξὶν ἢ τοῖς ἐντὸς Ἴστρου, ὡς Καλλίστρατος ἐν τρίτῳ. Σπαλέθρη πόλις Θεσσαλίας. Ἑλλάνικος δὲ Σπάλαθρον αὐτήν φησι. Μαζάρη φρούριον Σελινουντίων. Φαναγόρη καὶ Φαναγόρεια νῆσος τῇ Ταυρικῇ παρακειμένη. Φαλώρη πόλις Θετταλίας. ταύτην Ῥιανὸς Φαλώρειαν καλεῖ. Ἀγκώρη· οὕτως ἐκαλεῖτο πρότερον Νίκαια πόλις Βιθυνίας. τὸ δὲ καρή ὀξύνεται. τὸ γὰρ κάρη τὸ βαρυτονούμενον οὐδέτερόν ἐστιν· ἀπὸ γὰρ τοῦ κάρηνον γενόμενον κατὰ ἀποκοπήν ἐστιν. καὶ τὸ Ἱρή παρὰ τῷ ποιητῇ—ἔστι δὲ ὄνομα πόλε…