Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Φαναγόρεια, πόλις, ἀπὸ Φαναγόρου, ὡς Ἑκαταῖος Ἀσίᾳ. ἡ νῆσος Φαναγόρη καὶ Φαναγόρεια· ἔστι καὶ ἐμπόριον τὰ Φαναγόρεια οὐδετέρως. τὸ ἐθνικὸν ἐχρῆν Φαναγορεύς ὡς Ἀλεξανδρεύς τῷ πλείονι λόγῳ. ἐκράτησε δ´ ὅμως Φαναγορείτης.
…βαίων κτίσμα. ἔστι καὶ ἄλλη μεταξὺ Φωκίδος καὶ Λοκρῶν τῶν Ὀζολῶν. Ὑάμεια πόλις Μεσσήνης τῶν πέντε μία. Ὑάπεια πόλις Φωκίδος ἀπὸ Ὑάπου. Φιδάλεια ἡ Βύζαντος γυνή. Φαρνάκεια χώρα καὶ πόλις Ποντική, προσεχὴς τῇ Τραπεζοῦντι. Φαναγόρεια πόλις, ἀπὸ Φαναγόρου, ὡς Ἑκαταῖος Ἀσίᾳ. ἡ νῆσος Φαναγόρη καὶ Φαναγόρεια. Φήγεια πόλις Ἀρκαδίας ἀπὸ Φηγέως βασιλέως, ὡς Χάραξ Ἑλληνικῶν δʹ. Φιγάλεια πόλις Ἀρκαδίας. Ῥιανὸς ἐν εʹ Μεσσηνιακῶν «τὴν μὲν ἀνήγετ´ ἄκοιτιν ἐπὶ κραναὴν Φιγάλειαν». μετωνομάσθη δὲ Φιάλεια δίχα τοῦ 'γ' ἀπὸ Φιάλου τινός.…