Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Φάναι, ἀκρωτήριον τῆς Χίου, ἀπὸ τοῦ ἐκεῖθεν ἀναφανῆναι τῇ Λητοῖ τὴν Δῆλον. οἱ οἰκήτορες Φαναῖοι καὶ Φαναία τὸ θηλυκόν. ἔστι καὶ Φάνα ἑνικῶς πόλις Ἰταλίας.
…ς Ἐρυθίνους« (Β 855) ἡ ὕστερον Ἄμαστρις, ἀπὸ Κρώμνου τοῦ Λυκάονος. ἔστι καὶ Πελοποννήσου πόλις ἀρσενικῶς καὶ θηλυκῶς καὶ ἑνικῶς καὶ πληθυντικῶς. Οἴνα πόλις Τυρρηνίας ἐχυρὰ λίαν. Φάνα πόλις Αἰτωλίας καὶ Φάναι πληθυντικῶς ἀκρωτήριον τῆς Χίου ἀπὸ τοῦ ἐκεῖθεν ἀναφανῆναι τῇ Λητοῖ τὴν Δῆλον. Μάγνα νῆσος Λιβυκή. Ἀλέξανδρος ἐν τρίτῳ Λιβυκῶν, ἣ κατὰ τὴν τῶν Λιβύων φωνὴν Σαμαθώ, ὅ ἐστι μεγάλη. Πύδνα πόλις Μακεδονίας. Θάμνα πόλις Παλαιστίνης. Ἰώσηπος πέμπτῳ Ἰουδαϊκῆς ἱστορίας (c. 10). Τάμνα πόλις Ἀραβική, ὡς Ἀλ…