Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Φαραί, πόλις Μεσσήνης, ὅθεν ἦσαν οἱ Ἀφαρητιάδαι. ἔστι καὶ Ἀχαΐας. εἰσὶ καὶ διὰ τοῦ « η » Φηραί· ὁ πολίτης Φηραῖος. εἰσὶ καὶ Φαραί Βοιωτίας. τὸ ἐθνικὸν Φάρης Φάρητος. ἔστι δ´ ἄλλη Κρήτης, ἄποικος τῆς ἐν Μεσσήνῃ, ὡς Φίλων. τὸ ἐθνικὸν τῆς Μεσσηνίας Φαραΐτης, ὡς Θῆβαι Θηβαΐτης καὶ Συκαί Συκαΐτης. …
…χοντα ὀξύνεται, ἰρά ἡ ἐκκλησία. τοῦτο δὲ διφορεῖται καὶ κατὰ τὴν ἐτυμολογίαν καὶ κατὰ τὴν γραφήν. εἰ μὲν γὰρ παρὰ τὸ εἴρω τὸ λέγω, διὰ διφθόγγου, εἰ δὲ ἀπὸ τοῦ ἱερὰν εἶναι διὰ τοῦ 'ι'. σειρά, πυρά, οὐρά, φρουρά, πλευρά. Φαραί πόλις Μεσσήνης, ὅθεν ἦσαν οἱ Ἀφαρητιάδαι· ἔστι καὶ Ἀχαΐας. εἰσὶ καὶ Φαραί Βοιωτίας. ἔστι δὲ ἄλλη Κρήτης ἄποικος τῆς ἐν Μεσσήνῃ, ὡς Φίλων. ἀρά καὶ Ἀρά Ἀθάμαντος θυγάτηρ καὶ Ἀραί νῆσοι τρεῖς οὕτω λεγόμεναι διὰ τὰς ἀράς, ἃς Δωριεῖς ἐποιήσαντο πρὸς τοῦ Πενταπολίτας, ὡς Ἀριστείδης. Τὰ εἰς 'ρ…