Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Φαράν, πόλις μεταξὺ Αἰγύπτου καὶ Ἀραβίας. τὸ ἐθνικὸν Φαρανίτης. καὶ κτητικὸν Φαρανιτικὸν ὄρος.
…γχελέης ἢ Ἐγχελέας· λέγονται δὲ καὶ Ἐγχελεῖς ἢ ἀπὸ τοῦ Ἐγχελής ἢ ἀπὸ τοῦ Ἐγχελεύς. Εὐρυτάν ἔθνος Αἰτωλικόν. Λυκόφρων «μάντιν δὲ νεκρὸν Εὐρυτὰν στέψει λεώς» (v. 799). Λυκάν ἐκ τοῦ Λυκάων κατὰ συγκοπὴν ὡς Ἰάν ἐκ τοῦ Ἰάων. Φαράν πόλις μεταξὺ Αἰγύπτου καὶ Ἀραβίας. Ἀρετάν ποταμὸς Κροτωνιάδος χώρας παρὰ τὴν Ἀρέταν τὴν γυναῖκα Ἀλκίμου, ἧς περιῤῥεῖ τὸ μνῆμα, ὡς μαρτυρεῖ Φιλοστέφανος. Τὰ εἰς 'αν' σύνθετα ἀπὸ ἁπλῶν ῥητῶν πάντα βαρύνονται οἷον εὐπαίαν, Αἰγίπαν, Ἑρμόπαν, Ἀντίπαν, Εὐήπαν…