Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Φᾶρις, πόλις τῆς Λακωνικῆς. Ὅμηρος “Φᾶριν τε Σπάρτην τε πολυτρήρωνά τε Μέσσην”. οἱ πολῖται Φαρῖται, ὡς Παυσανίας, καὶ Φαριάτης ὡς Σπαρτιάτης.
βαρύνεται, Πάρις, Βάρις πόλις. λέγεται βάρις ἡ οἰκία, ὡς Ποσείδιππος, καὶ ἡ συνοικία ὡς Ἔφορος, χάρις, Φᾶρις πόλις τῆς Λακωνικῆς. Ὅμηρος «Φᾶρίν τε Σπάρτην τε πολυτρήρωνά τε Μέσσην» (Il. Β 582). ἔρις, δῆρις, νῆρις, Ἶρις, κῖρις εἶδος ὀρνέου, ξῖρις φυτὸν ἀρωματικόν, Σῖρις πόλις Ἰταλίας πλησίον τοῦ Μεταποντίου καὶ ποταμός· ἔστι καὶ Σῖρις ἐν Παιονίᾳ. καὶ ὁ Νεῖλος μετὰ Συήνην Σῖρις ὠνόμασται. Κύρις μητ…