Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Φαρύγαι, πόλις Λοκρίδος, ἣν Ὅμηρος Τάρφην καλεῖ. οἱ μὲν ἀπὸ τῆς ἐν Φαρύγαις κρήνης Τάρφης τοὔνομα, οἱ δὲ ἀπὸ τοῦ πυκνοῦ τῆς ὕλης ταύτας κεκλῆσθαι. οἱ πολῖται Φαρυγαῖοι, ὡς δῆλον ἐκ τῆς Φαρυγαίας Ἥρας.
… φωνῆεν λήγουσαν ὀξύνεται, μαρμαρυγή, κορκορυγή ὁ θόρυβος, ὀλολυγή, βορβορυγή, ὠρυγή ἡ κραυγή, οἰμωγή, ἀρωγή, ἀνωγή, ὑπιωγή, ἁρμογή, πλαταγή, λαλαγή. Λαλάγη δὲ κύριον, ὥσπερ τὸ ἠλύγη ἡ σκιά καὶ πανάγη ἡ ἁγνὴ ἱέρεια. καὶ Φαρύγαι πόλις Λοκρίδος, ἣν Ὅμηρος Τάρφην καλεῖ (Il. Β 533). τὸ δὲ πατάγη βαρύνεται, οὐ γὰρ ἐκ τοῦ πατάσσω γίνεται, ὠξύνετο γὰρ ἂν ὡς τὸ ἀλαλαγή, ἀλλ´ ἀπὸ τοῦ πάταγος, οὗ τὸ θηλυκὸν πατάγη. Τὰ εἰς 'γη' ὑπερδισύλλαβα, εἰ ἔχοι τὴν πρὸ τέλους συλλαβὴν εἰς σύμφωνον καταλ…