Φάσηλις, πόλις Παμφυλίας, ἡ πρότερον Πιτύουσα καὶ ὕστερον Φάρσαλος· ὁ πολίτης Φασηλίτης. Θεοδέκτης δ´ ἦν γένος Φασηλίτης, υἱὸς Ἀριστάνδρου, κάλλει διαφέρων, ὃς ἐποίησε τραγῳδίας νʹ καὶ ῥητορικὰς τέχνας καὶ λόγους ῥητορικοὺς ἐπῶν καί. ἀπέθανε δ´ Ἀθήνησι, καὶ ἐπιγέγραπται δὲ αὐτῷ ἐλεγεῖον τόδε Ἥδε χθὼν κόλποισι Φασηλίτην Θεοδέκτην κρύπτει, ὃν ηὔξησαν Μοῦσαι Ὀλυμπιάδες ... ἐν δὲ χορῶν [τραγικῶν] ἱεραῖς τρισὶ καὶ δέχ´ ἁμίλλαις ὀκτὼ ἀκηράτους ἀμφεθέμην στεφάνους. Ἡρωδιανὸς δὲ μόνος νῆσόν φησι καὶ προπαροξύνεσθαι. τὸ μέντοι ἀγγεῖον οἱ ἀπ´ Ἀλεξανδρείας ὀξύνουσιν.
Translation pending