Φᾶσις, πόλις τῆς Αἴας πρὸς τῷ Φάσιδι ποταμῷ ἐν Κόλχοις. ἐκτίσθη δὲ ὑπὸ Μιλησίων. τὸ ἐθνικὸν ἔδει Φασίτης ὡς Ὀασίτης Μεμφίτης, ἢ Φασιάτης πλεονασμῷ τοῦ « α », ὡς καὶ λέγεται. τὸ ἐθνικὸν Φασιάτης. καὶ Φασιατικός καὶ Φασιανός, ὡς Ἀριστοφάνης ἐν Ὁλκάσι, καὶ Φασιανή θηλυκὸν καί “Φασιανὸν νάπος” οὐδετέρως. ἔστι καὶ ἄλλος ποταμὸς Φᾶσις ἐν τῇ Ταπροβάνῃ.
Translation pending