Stephanos of Byzantium - Ethnika
Phelleus, a mountain in Attica. Perhaps, though, the name applies not only to Attica but to any place with rock on the surface and, beneath it, soil fertile for olive cultivation. The local term would be 'Phelleites', just as 'Atarneites' is from the name Atarneus.
AI translation — gpt-6-sol; Gabe v3
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Φελλεύς, ὄρος τῆς Ἀττικῆς. τάχα δ´ οὐ μόνης τῆς Ἀττικῆς, ἀλλὰ παντός του τόπου ἔχοντος ἐπιπολῆς μὲν πέτραν, ὑπὸ ταύτης δὲ γῆν λιπαρὰν πρὸς ἐλαιοφυτίαν. τὸ τοπικόν φελλείτης ἂν εἴη, ὡς τοῦ Ἀταρνεύς Ἀταρνείτης.
…Λιβυρνικόν, ἀπὸ Ὕλλου τοῦ Ἡρακλέους καὶ Δηϊανείρας. ἔστι δὲ ὡς Φῶκος Φωκεύς, Αἴολος Αἰολεύς, οὕτως Ὕλλος Ὑλλεύς. καὶ Ὑλλεύς ὁ φυλέτης φυλῆς Ἄργους καὶ Δωριέων καὶ Τροιζηνίων Ὑλλίδος. Χάραξ θʹ »καὶ Παμφύλιοι καὶ Ὑλλεῖς«. Φελλεύς ὄρος τῆς Ἀττικῆς. τάχα δ´ οὐ μόνης τῆς Ἀττικῆς, ἀλλὰ παντός τοῦ τόπου ἔχοντος ἐπιπολῆς μὲν πέτραν ὑπὸ ταύτης δὲ γῆν λιπαρὰν πρὸς ἐλαιοφυτίαν. Φηγαιεῖς δῆμος τῆς Πανδιονίδος φυλῆς. Φηγεύς ὁ ἀδελφὸς τοῦ Φορωνέως, ὃς ἔκτισε πόλιν Φήγειαν. Φλυεῖς δῆμος τῆς Κεκροπίδος φυλῆς. Ὠτιεῖς μοῖρα Κυπρίων. Ἔφορος ιηʹ »Ἁμαθούσιοι δὲ καὶ Σόλιοι καὶ Ὠτιεῖς ἀντέχοντες ἔτι τῷ π…