Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Φελλός, πόλις Παμφυλίας. Ἑκαταῖος Ἀσίᾳ. Ἀλέξανδρος ὁ πολυίστωρ ἐν τῷ περὶ Λυκίας Φελλὸν καὶ Ἀντίφελλον Λυκίας εἶναι λέγει. ὁ πολίτης Φελλίτης καὶ Ἀντιφελλίτης, ὡς Ἀλέξανδρος ἐν τῇ εἰρημένῃ καὶ Πολύχαρμος.
… Μαλλοῦ. Κύλλος τὸ κύριον, οὗ μέμνηται καὶ Ἀριστοφάνης καὶ Κρατῖνος ἐν Μαλθακοῖς. τὸ δὲ κολλός ὀξύνεται ὡς ἐπιθετικόν. καὶ τὸ Μαλλός θηλυκὸν ὄνομα πόλεως Κιλικίας. Καλλίμαχος Αἰτίων πρώτῳ. καὶ τὸ Φελλός πόλις Παμφυλίας. Ἀλέξανδρος ὁ Πολυίστωρ ἐν τῷ περὶ Λυκίας Φελλὸν καὶ Ἀντίφελλον Λυκίας εἶναί φησι. σεσημείωται τὸ Ἑλλός ἢ Σελλός «ἀμφὶ δὲ Σελλοὶ σοὶ ναίους´ ὑποφῆται» (Il. Π 234). Τὰ εἰς δύο 'λλ' προσηγορικά, εἰ μὴ παραλήγοιεν 'ι', καὶ πάντα τὰ τριγενῆ ὀξύνεται, μαλλός, φαλλός, θαλλός, φελλός, σκελλός, πολλός,
Φελλός, πόλις Παμφυλίας. Ἑκαταῖος Ἀσίᾳ. Ἀλέξανδρος ὁ πολυίστωρ ἐν τῷ περὶ Λυκίας Φελλὸν καὶ Ἀντίφελλον Λυκίας εἶναι λέγει. ὁ πολίτης Φελλίτης καὶ Ἀντιφελλίτης, ὡς Ἀλέξανδρος ἐν τῇ εἰρημένῃ καὶ Πολύχαρμος.
Κασσωπός. οὕτως Ἡρόδωρός φησιν τοὺς Κασσωπίους, ἴσως κακῶς. Εὐρωπός ὁ Μακεδόνος καὶ Ὠρειθυίας τῆς Κέκροπος· καὶ ἀπ´ αὐτοῦ πόλις Μακεδονίας. ἔστι καὶ Συρίας ἄλλη κτισθεῖσα ὑπὸ Νικάτορος, περὶ ἧς ὁ πολυίστωρ ἐν τῷ περὶ Συρίας φησὶν οὕτως «Ξενοφῶν ἐν ταῖς ἀναμετρήσεσι τῶν ὀρῶν περὶ Ἀμφίπολιν κεῖσθαι πόλιν Εὐρωπόν, ἣν πρότερον Τελμισσὸν καλεῖσθαι ὑπὸ τῶν κτισάντων. ταύτην δέ φασιν ὑπὸ Σελεύκου τοῦ Νικάτορος ἐπικτισθεῖσαν Ὠρωπὸν ὠνομάσθα…