Stephanos of Byzantium - Ethnika
Pheneos: a city in Arkadia, ‘who dwelt in Pheneos and Orchomenos’. The name is also used in the masculine [and feminine]. The city is in Azania. It borders Kleitoria to the north, and, further north, lies near Aigeiroi and Pellene, cities of Achaia. It is situated below Mount Kyllene. A citizen is a ‘Pheneeus’, ‘Pheneates’ or ‘Pheneaios’; the feminine form is ‘Pheneaia’, and the neuter ‘Pheneaion’. The possessive forms are ‘Pheneatikos’ and ‘Pheneatike’, and ‘Phenikos’ and ‘Phenike’.
AI translation — gpt-6-sol; Gabe v3
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Φενεός, πόλις Ἀρκαδίας “οἳ Φενεόν τ´ ἐνέμοντο καὶ Ὀρχομενόν”. λέγεται καὶ ἀρσενικῶς [καὶ θηλυκῶς.] ἔστι δ´ ἡ πόλις τῆς Ἀζανίας. ὁμορεῖ δὲ ἐκ τῶν πρὸς βορρᾶν μερῶν τῇ Κλειτορίᾳ, ἐν δὲ τῷ πρὸς ἄρκτους Αἰγείροις καὶ Πελλήνῃ, ταῖς Ἀχαϊκαῖς πόλεσι. κεῖται δὲ ὑπὸ τὸ ὄρος τὴν Κυλλήνην.…
…εός δὲ τὸ κύριον καὶ ἐπίθετον, ἔλεος δὲ τὸ προσηγορικόν. τὸ δὲ μέλεος σύνθετόν ἐστι. τὸ δὲ τέλεος καὶ κήλεος κατὰ πάθος ἀπὸ τέλειος καὶ κήλειος κτητικά. * Τὰ εἰς 'νεος' ὑπὲρ δύο συλλαβὰς ὀξύνεται, ἐνεός, Φενεός ἥρως καὶ πόλις Ἀρκαδίας· «οἳ Φενεόν τ´ ἐνέμοντο καὶ Ὀρχομενόν »(Β 605). λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς. κενεός, ἀφνεός, Ἐλινεός ὄνομα ἔθνους. Ἐρινεός πόλις Δωριέων ὑπὸ τὸν Παρνασσόν. λέγεται καὶ Ἐρινειός. ἔστι καὶ Θετταλίας ἄλλη καὶ Ἀχαΐας. τὸ δὲ λαΐνεος καὶ ἐλαΐνεος κατὰ πλεον…
Φενεός, πόλις Ἀρκαδίας “οἳ Φενεόν τ´ ἐνέμοντο καὶ Ὀρχομενόν”. λέγεται καὶ ἀρσενικῶς [καὶ θηλυκῶς.] ἔστι δ´ ἡ πόλις τῆς Ἀζανίας. ὁμορεῖ δὲ ἐκ τῶν πρὸς βορρᾶν μερῶν τῇ Κλειτορίᾳ, ἐν δὲ τῷ πρὸς ἄρκτους Αἰγείροις καὶ Πελλήνῃ, ταῖς Ἀχαϊκαῖς πόλεσι. κεῖται δὲ ὑπὸ τὸ ὄρος τὴν Κυλλήνην. ὁ πολίτης Φενεεύς καὶ Φενεάτης καὶ Φ…
…Σχεδίος, Χρομίος, Κλυτίος, Ὁδίος, Δολίος, Τυχίος. ἀντιπίπτουσι δὲ κατὰ παράδοσιν τὸ Ἅλιος, Ἄνιος, Ξένιος, Κρόνιος, Ὕπιος ποταμὸς καὶ πόλις ὑπὸ τὴν Ποντικὴν Ἡράκλειαν, ὡς Δομίτιος Καλλίστρατος ἐν ἕκτῳ τῶν περὶ Ἡρακλείας. λέγεται καὶ ἀρσενικῶς καὶ θηλυκῶς. γίνεται δὲ παρὰ τὴν ὑπό πρόθεσιν ὡς Ἄνιος παρὰ τὴν ἀνά καὶ Ἄμφιος ὁ τοῦ Σελάγου υἱὸς παρὰ τὴν ἀμφί ἐκτάσεως γενομένης τοῦ 'ι' ποιητικῆς. Τὰ εἰς 'ιος' τρισύλλαβα κύρια ἔχοντα τὴν τρίτην μακρὰν προπαροξύνεται,