Stephanos of Byzantium - Ethnika
Pherai: a city in Thessaly: ‘those who dwelt in Pherai beside Lake Boibeis’. It was named after Pheres, son of Kretheus, or Phera, daughter of Aiolos. A citizen is a ‘Pheraios’ or ‘Pheraia’. There is also another, ancient Pherai, eight stades from the present-day Pherai. There are others in Iapygia and Aitolia, and among the Parthyaioi. There is also a form written with η: ‘sacred Φηράς and Antheia with deep meadows’. The ethnonym is ‘Φηραῖος’.
AI translation — gpt-6-sol; Gabe v3
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Φεραί, πόλις Θεσσαλίας “οἵ τε Φερὰς ἐνέμοντο παραὶ Βοιβηίδα λίμνην”. ἀπὸ Φέρητος τοῦ Κρηθέως ἢ Φερᾶς τῆς Αἰόλου θυγατρός. ὁ πολίτης Φεραῖος καὶ Φεραία. εἰσὶ καὶ ἄλλαι Φεραὶ ἀρχαῖαι τῶν νῦν Φερῶν ἀπέχουσαι στάδια ὀκτώ. εἰσὶ καὶ ἄλλαι Ἰαπυγίας καὶ Αἰτωλίας καὶ Παρθυαίων. ἔστι καὶ διὰ τοῦ « η » “Φηράς τε ζαθέας ἠδ´ Ἄνθειαν βαθύλειμον”. τὸ ἐθνικὸν Φηραῖος.
πόλις Θεσσαλίας ὀξύνεται »οἵ τε Φερὰς ἐνέμοντο παραὶ Βοιβηΐδα λίμνην« (Β 711). ἀπὸ Φέρητος τοῦ Κρηθέως ἢ Φερᾶς τῆς Αἰόλου θυγατρός. εἰσὶ καὶ ἄλλαι Φεραί ἀρχαῖαι τῶν νῦν Φερῶν ἀπέχουσαι στάδια ὀκτώ. εἰσὶ καὶ ἄλλαι Ἰαπυγίας καὶ Αἰτωλίας καὶ Παρθυαίων. Τὰ εἰς 'ρα' μακροκατάληκτα τρισύλλαβα παραληγόμενα τῷ 'ε' μονογενῆ βαρύνεται, εἰ μὴ ἐπιθετικὰ εἴη, ἡμέρα, ἀσκέρα εἶδος ὑποδήματος, διφθέρα, λακέρα, χολέρα, ἑσπέρα, ὑπέρα, ἀλέρα, Τερμέρα Ὠγύγου μήτηρ, κυσέρα, Θεσκέρα ἡ …
…έρητος τοῦ Κρηθέως ἢ Φερᾶς τῆς Αἰόλου θυγατρός. ὁ πολίτης Φεραῖος καὶ Φεραία. εἰσὶ καὶ ἄλλαι Φεραὶ ἀρχαῖαι τῶν νῦν Φερῶν ἀπέχουσαι στάδια ὀκτώ. εἰσὶ καὶ ἄλλαι Ἰαπυγίας καὶ Αἰτωλίας καὶ Παρθυαίων. ἔστι καὶ διὰ τοῦ « η » “Φηράς τε ζαθέας ἠδ´ Ἄνθειαν βαθύλειμον”. τὸ ἐθνικὸν Φηραῖος.
ἔστι καὶ Ῥόδου πόλις ταπεινή. καὶ Καρίας ἄλλη. καὶ Σογδιανῆς ἄλλη. χήρα. πλὴν τοῦ 'φ' διὰ τὸ Φηρά »Φηράς τε ζαθέας ἠδ´ Ἄνθειαν βαθύλειμον« (Il. Ι 151) τὰ δὲ ἀπὸ φωνήεντος ἀρχόμενα παροξύνεται, Ἥρα, ὥρα, ὀπώρα. Τὰ εἰς 'ρα' δισύλλαβα συνεσταλμένον ἔχοντα τὸ 'α' βαρύνεται, σφαῖρα, μοῖρα, πεῖρα, σφῦρα. Βοῦρα πόλις Ἀχαΐας ἀπὸ Βούρας θυγατρὸς Ἴωνος τοῦ Ξούθου κ…