Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Φιγάλεια, πόλις Ἀρκαδίας. Ῥιανὸς ἐν εʹ Μεσσηνιακῶν “τὴν μὲν ἀνήγετ´ ἄκοιτιν ἐπὶ κραναὴν Φιγάλειαν”. μετωνομάσθη δὲ Φιάλεια δίχα τοῦ « γ » ἀπὸ Φιάλου τινός. ἔστι καὶ Φιάλεια Βιθυνίας. τὸ ἐθνικὸν τῆς προτέρας Φιγαλεύς καὶ Φιγαλείτης.
…ντος γυνή. Φαρνάκεια χώρα καὶ πόλις Ποντική, προσεχὴς τῇ Τραπεζοῦντι. Φαναγόρεια πόλις, ἀπὸ Φαναγόρου, ὡς Ἑκαταῖος Ἀσίᾳ. ἡ νῆσος Φαναγόρη καὶ Φαναγόρεια. Φήγεια πόλις Ἀρκαδίας ἀπὸ Φηγέως βασιλέως, ὡς Χάραξ Ἑλληνικῶν δʹ. Φιγάλεια πόλις Ἀρκαδίας. Ῥιανὸς ἐν εʹ Μεσσηνιακῶν «τὴν μὲν ἀνήγετ´ ἄκοιτιν ἐπὶ κραναὴν Φιγάλειαν». μετωνομάσθη δὲ Φιάλεια δίχα τοῦ 'γ' ἀπὸ Φιάλου τινός. ἔστι καὶ Φιάλεια Βιθυνίας. Φορίεια κώμη Ἀρκαδίας. Φιλαδέλφεια πόλις Λυδίας, Ἀττάλου κτίσμα τοῦ φιλαδέλφου. ἔστι δὲ τῆς Κεκαυμένης ὑπὸ Μυσῶν καὶ Λυδῶν κατεχομένης· Στράβων ιβʹ. ἔστι καὶ ἑτέρα. τῆς Αἰγύπτου, καὶ τρίτη τῆς Συρίας ἐπιφανὴς πόλις ἀπὸ…