Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Φίλα, πόλις Μακεδονίας, κτίσμα Δημητρίου τοῦ Ἀντιγόνου παιδός, τοῦ Γονατᾶ καλουμένου, ὃς ἀπὸ τῆς τούτου μητρὸς Φίλας ἐπὶ τοῦ Πηνειοῦ ἔκτισε πόλιν Φίλαν. ἔστι καὶ νῆσος ἐν Αἰγύπτῳ, Ἡρόδοτος τετάρτῃ “ἐπὶ ποταμὸν τὸν μέγαν, ᾧ οὔνομα Τρίτων ἐστίν· ἐκδιδοῖ δὲ οὗτος ἐς λίμνην μεγάλην Τριτωνίδα”. τὸ ἐθνικὸν Φιλαῖος, τῆς νήσου δὲ Φιλάτης.
ἐκείνων λέγουσαν προστάσσειν τὸν Λάκιον πρὸς ἀνατολὰς ἡλίου πλεῖν. τοῦ δ´ Ἀντιφήμου γελάσαντος τὴν Πυθίαν εἰπεῖν πάλιν »ἐφ´ ἡλίου δυσμῶν« καὶ Γέλαν πόλιν οἰκίσαι. Φίλα πόλις Μακεδονίας, κτίσμα Δημητρίου τοῦ Ἀντιγόνου παιδός, τοῦ Γονατᾶ καλουμένου, ὃς ἀπὸ τῆς τούτου μητρὸς Φίλας ἐπὶ τοῦ Πηνειοῦ ἔκτισε πόλιν Φίλαν. ἔστι καὶ νῆσος ἐν Αἰγύπτῳ. Ἡρόδοτος τετάρτῃ (c. 178) »ἐπὶ ποταμὸν τὸν μέγαν, ᾧ ὄνομα Τρίτων ἐστίν, ἐκδιδοῖ δὲ οὗτος ἐς λίμνην μεγάλην Τριτωνίδα. ἐν δὲ αὐτῇ νῆσος ἔνι τῇ οὔνομα Φίλα«. Σμίλα πόλις Θρᾴκης. Ἑκαταῖος Εὐρώπῃ »μετὰ δὲ Σμίλα πόλις«. Πόλα πόλις Ἰλλυρίας. Βῶλα πόλις Ἰταλίας. Νῶλα πόλις Αὐσόνω…