Φίλιπποι

Stephanos of Byzantium - Ethnika

Φίλιπποι OCR ✓ Trans ✓ Confirmed ✓
city
Entry #69
Greek source: meineke
Meineke: 666.1 | Billerbeck: Φ69
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-02-15
Word count: 52
Source: ../graphic/page_036_001.png
Edit
Φίλιπποι, πόλις Μακεδονίας, οἱ πρότερον Κρηνίδες. Ἀρτεμίδωρος ἐν ἐπιτομῇ τῶν ἕνδεκα “καὶ πόλις Φίλιπποι τὸ παλαιὸν Κρηνίδες. τοῖς δὲ Κρηνίταις πολεμουμένοις ὑπὸ Θρᾳκῶν βοηθήσας ὁ Φίλιππος Φιλίππους ὠνόμασεν”. ἔνθεν ἦν Ἄδραστος ὁ περιπατητικὸς φιλόσοφος, Ἀριστοτέλους μαθητής. ἐκλήθησαν Φίλιπποι καὶ αἱ Θῆβαι Θεσσαλίας καὶ Γόμφοι Θεσπρωτίας. ὁ πολίτης Φιλιππεύς, Φιλιππηνός δὲ παρὰ Πολυβίῳ.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.188
char LCS 105 (32.2%) · word LCS 17 (32.7%)
Stephanos
Φίλιπποι, πόλις Μακεδονίας, οἱ πρότερον Κρηνίδες. Ἀρτεμίδωρος ἐν ἐπιτομῇ τῶν ἕνδεκα “καὶ πόλις Φίλιπποι τὸ παλαιὸν Κρηνίδες. τοῖς δὲ Κρηνίταις πολεμουμένοις ὑπὸ Θρᾳκῶν βοηθήσας ὁ Φίλιππος Φιλίππους ὠνόμασεν”. ἔνθεν ἦν Ἄδραστος ὁ περιπατητικὸς φιλόσοφος, Ἀριστοτέλους μαθητής. ἐκλήθησαν Φίλιπποι καὶ αἱ Θῆβαι Θεσσαλίας καὶ Γόμφοι Θεσπρωτίας. ὁ πολίτης Φιλιππεύς, Φιλιππηνός δὲ παρὰ Πολυβίῳ.
Herodian
…ος Μυσίας. Ἀρριανὸς Βιθυνιακῶν πρώτῳ. ἔστι καὶ πόλις Παμφυλίας. Στράβων ιδʹ. Μέλαμπος. Εὐρύαμπος πόλις Μαγνησίας. Μάρσιππος πόλις Φοινίκης. Φίλιππος. εἰσὶ καὶ Φίλιπποι πόλις Μακεδονίας οἱ πρότερον Κρηνίδες. Ἀρτεμίδωρος «καὶ πόλις Φίλιπποι τὸ παλαιὸν Κρηνίδες. τοῖς δὲ Κρηνίταις πολεμουμένοις ὑπὸ Θρᾳκῶν βοηθήσας ὁ Φίλιππος Φιλίππους ὠνόμασεν». ἐκλήθησαν Φίλιπποι καὶ αἱ Θῆβαι Θεσσαλίας καὶ Γόμφοι Θεσπρωτίας. Εὔριπος. Ἴσηπος ἔθνος Σκυθικόν. Ἑκαταῖος Εὐρώπῃ. Χάροπος τὸ κύριον, χαροπός δὲ τὸ ἐπίθετον. σεσημείωται τὸ ἀτραπός ὀξυνόμενον καὶ τὸ Ἀριμασπός ἔθνος Ὑπερβορ…