Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Φιλιππόπολις, πόλις Μακεδονίας, Φιλίππου τοῦ Ἀμύντου κτίσμα ἐν τῷ Ἕβρῳ. τὸ ἐθνικὸν Φιλιπποπολίτης.
…τινὲς δὲ δίχα τοῦ 'υ' Πομπηϊόπολις λέγουσι. Πονηρόπολις πόλις ἐν Θρᾴκῃ, Σκυθόπολις Παλαιστίνης πόλις, Σκυτόπολις πόλις Λιβύης, περὶ ἧς ὁ πολυίστωρ ἐν Λιβυκῶν τρίτῳ. Ταυρόπολις πόλις Καρίας. Φιλιππόπολις πόλις Μακεδόνων, Φιλίππου τοῦ Ἀμύντου κτίσμα ἐν τῷ Ἕβρῳ. Φινόπολις πόλις πρὸς τῷ Πόντῳ ἀπὸ Φινέως. Φαγρωριόπολις. Ἀμφίπολις πόλις Μακεδονίας κατὰ Θρᾴκην, ἥτις Ἐννέα ὁδοί ἐκαλεῖτο. κεκλῆσθαι δὲ Μυρίκην καὶ Ἠιόνα, Ἀμφίπολιν δὲ διὰ τὴν περίρροιαν τοῦ Στρυμόνος, ὡς Θουκυδίδης τε…