Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Φίλυρες, ἔθνος πρὸς τῷ Πόντῳ, ἀπὸ Φιλύρας τῆς μητρὸς Κρόνου. τὸ θηλυκὸν Φιλυρίς καὶ Φιλυρηίς πλεονασμῷ τοῦ « η ». δύναται καὶ ἀπὸ τοῦ Φιλύρη Φιλυρίτης εἶναι.
…έπλασται ἐκ τοῦ Ἰλλυριοί καὶ Κερκυραῖοι καὶ Ἀσσύριοι ὡς οἱ θεράποντες εὕρηνται θέραπες λεγόμενοι καὶ οἱ πολύποδες πώλυπες. ὡσαύτως ἔχει καὶ τὸ Λίγυρες ἔθνος προσεχὲς τοῖς Τυρρηνοῖς. Ἀρτεμίδωρος. ἀπὸ Λιγύρου ποταμοῦ· καὶ Φίλυρες ἔθνος πρὸς τῷ Πόντῳ ἀπὸ Φιλύρας τῆς μητρὸς Κρόνου. Τὰ εἰς 'ηρ' ὀξύνεται καὶ βαρύνεται. καὶ ὀξύνεται μὲν ἁπλᾶ ὄντα ἀρσενικά. ὁ δὲ λόγος περὶ τῶν εἰς 'ηρ' τοῦ 'τ' προηγουμένου τοῦ 'η', στατήρ, ἐλατήρ, καμπτήρ, ὀλετήρ, ξυστήρ, γενετήρ, πατήρ, σωτήρ, χρηστήρ, ζωστήρ, καὶ Ζωστ…