Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Φινόπολις, πόλις πρὸς τῷ Πόντῳ, ἀπὸ Φινέως. τὸ Φινοπολίτης.
…σι. Πονηρόπολις πόλις ἐν Θρᾴκῃ, Σκυθόπολις Παλαιστίνης πόλις, Σκυτόπολις πόλις Λιβύης, περὶ ἧς ὁ πολυίστωρ ἐν Λιβυκῶν τρίτῳ. Ταυρόπολις πόλις Καρίας. Φιλιππόπολις πόλις Μακεδόνων, Φιλίππου τοῦ Ἀμύντου κτίσμα ἐν τῷ Ἕβρῳ. Φινόπολις πόλις πρὸς τῷ Πόντῳ ἀπὸ Φινέως. Φαγρωριόπολις. Ἀμφίπολις πόλις Μακεδονίας κατὰ Θρᾴκην, ἥτις Ἐννέα ὁδοί ἐκαλεῖτο. κεκλῆσθαι δὲ Μυρίκην καὶ Ἠιόνα, Ἀμφίπολιν δὲ διὰ τὴν περίρροιαν τοῦ Στρυμόνος, ὡς Θουκυδίδης τετάρτῃ (c. 102). ἀκρόπολις. ἔστι καὶ Ἀκρόπο…
Φινόπολις, πόλις πρὸς τῷ Πόντῳ, ἀπὸ Φινέως. τὸ Φινοπολίτης.
… τῷ λόγῳ τῆς συνθέσεως. Τὰ εἰς 'ζος' πάντα βαρύνεται, ὄζος, ῥοῖζος, Γάζος πόλις Ἰνδική, Τόπαζος νῆσος Ἰνδικὴ καὶ λίθος ὁμώνυμος τῇ νήσῳ. Ἀλέξανδρος ὁ πολυίστωρ. διὰ τοῦ 'ξ' δ´ ἐγράφετο πρότερον. Λάζος Σκυθῶν ἔθνος, Ἄραζος πόλις πρὸς τῷ πόντῳ ἀπὸ Ἀράζου τοῦ ἡγησαμένου. Βύμαζος πόλις Παιόνων. Ἔφορος κζʹ. Τρίζος ἔθνος πρὸς νότον τοῦ