Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
…αὶ τὸ ἐθνικὸν Φλιούντιος ἢ Φλιούσιος. Φιλήτας δέ φησι Φλιοῦς γὰρ πόλις ἐστί, Διωνύσου φίλος υἱός Φλιοῦς ἣν αὐτὸς δείματο λευκολόφος. ὠνόμασται δὲ παρὰ τὸ φλεῖν, ὅ ἐστιν εὐκαρπεῖν. Λακεδαιμόνιοι δὲ τῶν μηνῶν ἕνα Φλιάσιον καλοῦσιν, ἐν ᾧ τοὺς τῆς γῆς καρποὺς ἀκμάζειν συμβέβηκεν. ὤφειλε δὲ ἀπὸ τῆς Φλιοῦντος Φλιούσιος, πλεονασμῷ δὲ τοῦ « α » Φλιάσιος. καὶ Τίμων ὁ περὶ σίλλων γεγραφὼς Φλιάσιος ἐχρημάτιζε. τὸ θηλυκὸν Φλιουντία καὶ Φλιουντίς.
…ίας. Θηράσιος, Θάσιος, Ἰάσιος, Ἰμβράσιος, Καυκάσιος, Κορυφάσιος, Κραβάσιος, Νικάσιος τὸ ἐθνικὸν καὶ τὸ κύριον. Νυμφάσιος, Ὀρεστάσιος, Παρράσιος, Πτελεάσιος, Ταμάσιος, Φυλάσιος, Φλιάσιος· οὕτω Λακεδαιμόνιοι τῶν μηνῶν ἕνα καλοῦσιν, ἐν ᾧ τοὺς τῆς γῆς καρποὺς ἀκμάζειν συμβέβηκεν. ὤφειλε δὲ ἀπὸ τῆς Φλιοῦντος Φλιούσιος, πλεονασμῷ δὲ τοῦ 'α' Φλιάσιος. Γέσιος κύριον ὄνομα ἐπιχωριάζον ἐν Πέτραις Ἀραβίας. ἔοικε δὲ Γεήσιος προϋπάρχειν ὡς τὸ Ἰθακήσιος καὶ κατὰ συγκοπὴν Γέσιος. Ἐρέσιος, Ἀκακήσιος, Ἀκελήσιος, ὡς Μενδήσιος, Ἀκυλήσιος. Ἀλήσιος «οὐ γὰρ Ἀλήσιοί ἐστε» Εὐφορίων.…