Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Φλυγόνιον, πόλις Φωκίδος. λέγεται καὶ θηλυκῶς Φλυγονία· ὁ πολίτης Φλυγόνιος καὶ Φλυγονιεύς.
διὰ οὖν τὰς εἰκόνας ἐκεῖ διαγραφῆναι Ἰκόνιον κληθῆναι. καὶ ἔδει διὰ διφθόγγου. Πελεθρόνιον ὄρος Θετταλίας. Παραιτόνιον πόλις πλησίον Ἀλεξανδρείας, ἣν Ἀμμωνίαν καλοῦσι. Λινδόνιον πόλις τῆς Βρεττανίας. Φλυγόνιον πόλις Φωκίδος. λέγεται καὶ θηλυκῶς Φλυγονία. Ἀργύννιον. Ἀριστοφάνης δὲ Ἀργύννειον διὰ διφθόγγου. Βιθύνιον πόλις Βιθυνίας. Παυσανίας ὀγδόῳ ( 9, 7). Ἑρκύνιον ὄρος Ἰταλίας, ἀφ´ οὗ Ἑρκυνίς ἡ χώρα καὶ Ἑρκύνιος τὸ κτητικόν. Ἀλέξανδρος Εὐρώπῃ. Ἀρδύνιον πόλις ἐν Θήβης πε…