Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Φοινίκη, ἡ χώρα, ἀπὸ τῆς Φοίνικος γενικῆς, ὡς Κρής Κρητός Κρήτη, Λίβυς Λίβυος Λιβύη. ὁ δὲ Φοῖνιξ ἦν Ἀγήνορος παῖς ἢ Ποσειδῶνος καὶ Λιβύης. ἐκαλεῖτο δὲ πρότερον Ῥαββώθη καὶ Κολπίτης. τὸ ἐθνικὸν τῷ ὀνόματι τοῦ οἰκιστοῦ Φοῖνιξ, καὶ Φοινίκιος. τὸ κτητικὸν Φοινικικός. ἔστι καὶ Φοῖνιξ οὐ πολὺ ἀπέχων Ῥόδου. καὶ ποταμός ἐστι Φοῖνιξ.
…δὲ καὶ τὸ Καππάδοξ ἔθνος τῇ Κιλικίᾳ πρόσχωρον. τοῦτο δὲ λέγεται καὶ Καππάδοκος—οὕτως καὶ ὁ κτιστὴς εἴρηται ὑπὸ Μενάνδρου—καὶ Καππαδόκης. Ἡρόδοτος δέ φησιν (I 72). Τὰ εἰς 'ιξ' βαρύνεται· φοῖνιξ· ἔστι δὲ καὶ κύριον Φοῖνιξ Ἀγήνορος παῖς ἢ Ποσειδῶνος καὶ Λιβύης, ᾧ ὁμοφωνεῖ τὸ ἐθνικόν. ἔστι καὶ φρούριον Καρίας οὐ πολὺ ἀπέχον Ῥόδου. καὶ ποταμός ἐστι Φοῖνιξ. βέμβιξ, Τέμμιξ ἔθνος πρῶτον οἰκῆσαν ἐν Βοιωτίᾳ. Λυκόφρων «Ἄρνης παλαιᾶς γέννα, Τεμμίκων πρόμοι» (v. 644), πέμφιξ, τέττιξ, σ…