Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Φοινικοῦσσαι, δύο νῆσοι ἐν τῷ Λιβυκῷ κόλπῳ πρὸς τῇ Καρχηδόνι, ὡς Ἑκαταῖος περιηγήσει Λιβύης. οἱ νησιῶται Φοινικουσσαῖοι. ἔστι καὶ πόλις Φοινίκων τῶν ἐν Συρίᾳ Φοινικοῦσσαι, ὡς αὐτὸς ἐν Ἀσίᾳ.
…ῷ τετάρτῳ τῆς Ἀτθίδος διὰ τοῦ 'ι'. εἰ δὲ δύο ἔχοιεν, προπερισπῶνται. Πιτυοῦσσαι νῆσοι διάφοροι, ἃς Πιτυώδεις καλεῖ Ἀλκμάν, Ῥοδοῦσσα πόλις τῆς Ἀργείας. Ἐρικοῦσσα μία τῶν Αἰόλου νήσων, ἀπὸ τοῦ φυτοῦ καλουμένη. Φοινικοῦσσα δύο νῆσοι ἐν τῷ Λιβυκῷ κόλπῳ πρὸς τῇ Καρχηδόνι, ὡς Ἑκαταῖος περιηγήσει Λιβύης. ἔστι καὶ πόλις Φοινίκων ἐν Συρίᾳ Φοινικοῦσσαι, ὡς αὐτὸς ἐν Ἀσίᾳ. Φυκοῦσσαι νῆσοι Λιβύης· ὀνομάζονται δὲ διὰ τὸ φύκων εἶναι πλήρεις. Οἰνοῦσσαι νῆσοι τῇ Χίῳ προσεχεῖς. Ἑκαταῖος Εὐρώπῃ. Ἐλαιοῦσσα νῆσος Κιλικίας κατὰ τὴν ἤ…