Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Φολέγανδρος, νῆσος τῶν Σποράδων, ἀπὸ Φολεγάνδρου τοῦ Μίνωος. “ἣν Ἄρατος σιδηρείην ὀνομάζει διὰ τὴν τραχύτητα”. ὁ πολίτης Φολεγάνδριος καὶ Φολεγανδρῖνος καὶ οὐδέτερον Φολεγανδρῖνον.
…ὴ Ἀσκάνιος αἰχμάλωτος γίνεται ὑπὸ Πελασγῶν καὶ ἀνθ´ ἑαυτοῦ τὴν πόλιν δέδωκε λύτρον καὶ ἀπελύθη. Τήλανδρος πόλις Καρίας. Ἀλέξανδρος δ´ ὁ πολυίστωρ οὐδετέρως πόλιν Τήλανδρον καλεῖ πρώτῳ Λυκιακῶν καὶ Τηλάνδρειαν τὴν αὐτήν. Φολέγανδρος νῆσος τῶν Σποράδων ἀπὸ Φολεγάνδρου τοῦ Μίνωος «ἣν Ἄρατος σιδηρείην ὀνομάζει διὰ τὴν τραχύτητα» (Strabo 10, 484). Τάρανδρος χωρίον Φρυγίας. Βήριθρος πόλις Τρωϊκή. Ἄθυμβρος, οὗ κτίσμα Ἄθυμβρα πόλις Καρίας. Κέλαιθρος, ἀφ´ οὗ Κελαίθρα πόλις Βοιωτίας. Γάλαδρος Ἠμαθίου παῖς καὶ ὄρος. Κάϋστρος ποταμός, ὃς διὰ τὸ ἔχειν …