Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Φολόη, πόλις Ἀρκαδίας, ἀπὸ Φόλου τοῦ Κενταύρου. τὸ ἐθνικὸν Φολοεύς, ὡς Λευκονοεύς Ἀντινοεύς Μεροεύς.
… καὶ ἄλλη Λυκίας. Νινόη ἡ ἐν Καρίᾳ Ἀφροδισιὰς κτισθεῖσα ὑπὸ τῶν Πελασγῶν Λελέγων. καὶ ἐκλήθη Λελέγων πόλις. εἶτα ἐκλήθη Μεγάλη πόλις. εἶτα ἀπὸ Νίνου Νινόη. Ὀγχόη πόλις Φωκίδος. Ῥοδόη πόλις Ἰνδική. Σεθρόη πόλις Αἰγύπτου. Φολόη πόλις Ἀρκαδίας ἀπὸ Φόλου τοῦ Κενταύρου. Κολόη. Καλλιρρόη Νέστου θυγάτηρ· ἔστι καὶ Μαιάνδρου θυγάτηρ. λέγεται δὲ καὶ οὕτως λίμνη Συρίας. τὸ δὲ ἀκοή ἐκ τοῦ ἀκούω. Τὰ εἰς 'η' δισύλλαβα παραληγόμενα τῷ 'υ', σπάνια ὄντα, τὰ μὲν βαρύνεται, λύη ἡ στάσις ἀπὸ τῆς δια…