Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Φόρβας, πόλις τῶν ἐν Θεσσαλίᾳ Ἀχαιῶν. τὸ ἐθνικὸν Φορβάντιος, ἐπειδὴ Φορβάντιον ὄρος Τροιζῆνος.
…κύριον παρ´ Ἡγησίππῳ καὶ Ἀρύας ποταμὸς παρ´ Ἐρατοσθένει «ἡ δὲ ὑπὲρ Ἀρύαντος ἐπὶ προχοαῖς ποταμίων». τὸ μέντοι τριάς θηλυκὸν καὶ συστελλόμενον ἔχει τὸ 'α'. Τὰ εἰς 'βας' βαρύνονται· Βίβας τὸ κύριον, Φόρβας, Ἡλίου υἱὸς καὶ πόλις τῶν ἐν Θεσσαλίᾳ Ἀχαιῶν, Ἄβας ποταμὸς καὶ ἥρως καὶ ἔθνος, Ἴβας, Σκρίβας, Ψευδαρτάβας, Ἀννίβας, Κάβας, Λάβας, Ἰόβας, Ῥήβας ποταμὸς παρὰ τῷ Πόντῳ καὶ χώρα, Ἄλβας ποταμὸς ὁ νῦν λεγόμενος Τίβερις Τιβερίνου τοῦ βασιλέως ἐν αὐτῷ θανόντος. Χάλβας ποτ…