Φρατρία

Stephanos of Byzantium - Ethnika

Φρατρία OCR ✓ Trans ✓ Confirmed ✓
other
Entry #99
Greek source: meineke
Meineke: 670.23 | Billerbeck: Φ99
OCR: gemini-constrained (gemini-3-flash-preview) on 2026-02-15
Word count: 114
Source: ../graphic/page_048_001.png
Edit
Φρατρία, ἐξ ἧς οἱ φράτορες λέγονται, οἱ ἐκ τῆς αὐτῆς φρατρίας ὄντες, ὅ ἐστι τρίτον φυλῆς, ἥν τινες τριττὺν λέγουσιν. ἐλέγετο δὲ φράτηρ καὶ φράτωρ. ἀλλὰ τὸ μὲν φράτηρ ἀρχαῖον μετὰ τῆς αὐτοῦ κλίσεως, θάτερον δὲ νεώτερον. λέγεται καὶ φράτριον τόπος ἐν ᾧ οἱ τῆς αὐτῆς φρατρίας συνάγονται. λέγεται καὶ φρατρίζειν τὸ εἰς αὐτὴν συνιέναι. καὶ μετὰ τοῦ « α » φρατριάζειν, ὅπερ σύνηθες τοῖς Ἀττικοῖς. φρατριάζειν δ´ ἔλεγον τὸ ἐν τῷ φρατρίῳ εὐωχεῖσθαι, ὅ ἐστι τὸ τῆς φρατρίας ἔθος. [καὶ κίνημα τοῖς Ῥωμαίοις καὶ τοῖς τούτων ἱστορικοῖς.] ἀλλὰ καὶ φρατριεῖς ἐκαλοῦντο οἱ ἐν αὐτῷ συνιόντες. ἐλέγοντο δὲ καὶ φρᾶτραι καὶ φᾶτραι· ἀλλ´ οὐ συνᾴδει τῷ φρατριεύς. ὡς γὰρ Ὑρία Ὑριεύς Ὑσία Ὑσιεύς, οὕτως φρατρία φρατριεύς.
Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.49
char LCS 58 (10.4%) · word LCS 12 (10.5%)
Stephanos
Φρατρία, ἐξ ἧς οἱ φράτορες λέγονται, οἱ ἐκ τῆς αὐτῆς φρατρίας ὄντες, ὅ ἐστι τρίτον φυλῆς, ἥν τινες τριττὺν λέγουσιν. ἐλέγετο δὲ φράτηρ καὶ φράτωρ. ἀλλὰ τὸ μὲν φράτηρ ἀρχαῖον μετὰ τῆς αὐτοῦ κλίσεως, θάτερον δὲ νεώτερον. λέγεται καὶ φράτριον τόπος ἐν ᾧ οἱ τῆς αὐτῆς φρατρίας συνάγονται. λέγεται καὶ φρατρίζειν τὸ εἰς αὐτὴν συνιέναι. καὶ μετὰ τοῦ « α » φρατριάζειν, ὅπερ σύνηθες τοῖς Ἀττικοῖς. φρατριάζειν δ´ ἔλεγον τὸ ἐν τῷ φρατρίῳ εὐωχεῖσ…
Herodian
…ωρ, ἄχωρ τὸ τῆς κεφαλῆς πιτύρισμα, ἀνάκτωρ, Ἀννίχωρ ὁ οἰκῶν Ἀννίχωρον, οὗ μέμνηται Ἀλκμάν, πλησίον Περσῶν. λέγονται δὲ οἱ Ἀννίχωρες καὶ Ἀννίχωροι, Κάστωρ, Θέστωρ, Νέστωρ, μήστωρ καὶ Μήστωρ. φράτωρ, ὃ καὶ φράτηρ ἐλέγετο, ἀλλὰ τὸ μὲν φράτηρ ἀρχαῖον μετὰ τῆς αὐτοῦ κλίσεως, θάτερον δὲ νεώτερον, Μέντωρ κύριον καὶ ἔθνος πρὸς τοῖς Λιβυρνοῖς. Ἑκαταῖος Εὐρώπῃ. κωμήτωρ, οἰκήτωρ, παγκράτωρ, προπάτωρ, Νικάνωρ, ἠλέκτωρ ὁ ἥλιος, ταλάωρ τὸ τόξον. Χαλκήτωρ ὁ οἰκήτωρ Χαλκητορίου πόλεως Κρήτης. Κρατερὸς ἐν τῷ περὶ ψηφισμάτ…
Herodian 1.357
char LCS 44 (7.9%) · word LCS 9 (7.9%)
Stephanos
… ἧς οἱ φράτορες λέγονται, οἱ ἐκ τῆς αὐτῆς φρατρίας ὄντες, ὅ ἐστι τρίτον φυλῆς, ἥν τινες τριττὺν λέγουσιν. ἐλέγετο δὲ φράτηρ καὶ φράτωρ. ἀλλὰ τὸ μὲν φράτηρ ἀρχαῖον μετὰ τῆς αὐτοῦ κλίσεως, θάτερον δὲ νεώτερον. λέγεται καὶ φράτριον τόπος ἐν ᾧ οἱ τῆς αὐτῆς φρατρίας συνάγονται. λέγεται καὶ φρατρίζειν τὸ εἰς αὐτὴν συνιέναι. καὶ μετὰ τοῦ « α » φρατριάζειν, ὅπερ σύνηθες τοῖς Ἀττικοῖς. φρατριάζειν δ´ ἔλεγον τὸ ἐν τῷ φρατρίῳ εὐωχεῖσθαι, ὅ ἐστι τὸ τῆς φρατρίας ἔθος. [καὶ κίνημα τοῖς Ῥωμαίοις καὶ το…
Herodian
…ὄντα ὑποκοριστικὰ μηδὲ ἔχοντα τὸ 'η' ἐν τῇ προπαραληγούσῃ, προπαροξύνεται, ἴκριον τὸ σανίδωμα, ἴτριον, ὄσπριον, ἔριον, μείλιον τὸ δῶρον, τρύβλιον, λείριον τὸ ἄνθος, ῥάκτριον. ὄβριον τὸ τῶν λεόντων ἢ τῶν λύκων σκυλάκιον. φράτριον τόπος, ἐν ᾧ οἱ τῆς αὐτῆς φρατρίας συνάγονται· τὸ δὲ θηρίον ἔχει τὸ 'η' καὶ ὑποκοριστικόν ἐστιν. ἔτι τὸ βιβλίον καὶ σμιλίον. * Τὰ διὰ τοῦ 'ιον' οὐδέτερα μονογενῆ τρισύλλαβα, μὴ ὄντα ὑποκοριστικά, εἰ ἔχοι τὴν τρίτην ἀπὸ τέλους μακράν, διὰ τοῦ 'ι' ἐκφερομένην, ἤτοι μ…