Δειπνιάς

Stephanos of Byzantium - Ethnika

Δειπνιάς OCR ✓ Trans ✓ Confirmed ✓
village
Δειπνιάς, κώμη Θεσσαλίας περὶ Λάρισσαν, ὅπου φασὶ τὸν Ἀπόλλωνα δειπνῆσαι πρῶτον, ὅτε ἐκ τῶν Τέμπεων καθαρθεὶς ὑπέστρεψεν· καὶ τῷ παιδὶ τῷ διακομιστῇ τῆς δάφνης ἔθος εἰς τήνδε παραγενομένῳ δειπνεῖν. Καλλίμαχος δʹ “Δειπνιὰς ἔνθεν μιν δειδέχαται”. τὸ ἐθνικὸν Δειπνιεύς ὡς Ἀφροδισιεύς καὶ Ὀρθωσιεύς.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

No significant Herodian overlaps were found for this headword in the latest run.