Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Φρίκιον, ὄρος ὑπὲρ Θερμοπυλῶν Λοκρικόν, ἀφ´ οὗ Φρίκανες καὶ Φρικανεῖς οἱ αὐτόθι οἰκήσαντες Αἰολεῖς, ὡς Ἑλλάνικος ἐν ἱερειῶν Ἥρας βʹ. καλεῖται καὶ Φρικωνίς ἡ Λάρισα καὶ Φρικωνῖτις. ἔδει οὖν Φρικιεύς καὶ τὸ θηλυκὸν Φρικιάς. ἐκλήθη δὲ ἀπὸ Φρικίου τοῦ Κενταύρου, ὃν ἀπέκτεινεν Ἡρακλῆς. οἱ οἰκοῦντες Φρικωνέες καὶ Φρικωνεῖς. καλεῖται καὶ Φρίκειον ὃ καὶ Δρ…
…όλις Βιθυνίας, ἣ καθήκει πρὸς τὸν Ἀστακηνὸν κόλπον. Ὕπια ὄρη ὑπὸ τὴν Ποντικὴν Ἡράκλειαν, ὡς Νύμφις ἐν πρώτῳ περὶ Ἡρακλείας. Φάκιον πόλισμα Θεσσαλίας. Θουκυδίδης δʹ (c. 78). Φοίτιον πόλις Ἀκαρνανίας. λέγεται καὶ Φοιτίαι. Φρίκιον ὄρος ὑπὲρ Θερμοπυλῶν Λοκρικόν, ἀφ´ οὗ Φρικᾶνες καὶ Φρικανεῖς οἱ αὐτόθι οἰκήσαντες Αἰολεῖς, ὡς Ἑλλάνικος ἐν ἱερειῶν Ἥρας βʹ. ἐκλήθη δὲ ἀπὸ Φρικίου τοῦ Κενταύρου, ὃν ἀπέκτεινεν Ἡρακλῆς. καλεῖται καὶ Φρίκειον, ὃ καὶ Δρίος ὠνομάζετο. Φρύγια τόπος μεταξὺ Βοιωτίας καὶ Ἀττικῆς. Χήσιον πολίχνιον Ἰωνίας, ὡς Ἀπολλόδωρος ἐν χρονικῶν πρώτῳ. Ψίλιον ποτ…