Φρυγία

Stephanos of Byzantium - Ethnika

Φρυγία OCR ✓ Trans ✓ Confirmed ✓
region
Φρυγία, δύο χῶραι. Στράβων “Φρυγία τε γὰρ ἡ μὲν καλεῖται μεγάλη, ἧς ὁ Μίδας ἐβασίλευε, καὶ τῆς ἄλλης μέρος οἱ Γαλάται κατέσχον· ἡ δὲ μικρὰ ἡ ἐφ´ Ἑλλησπόντῳ [καὶ ἡ] περὶ τὸν Ὄλυμπον, ἡ καὶ ἐπίκτητος λεγομένη”. οἱ ἐξ ἑκατέρας λέγονται Φρύγες καὶ Μυσοί. λέγονται καὶ Βρίγες. τὸ ἐθνικὸν Φρύξ καὶ Φρύγιος καὶ Φρυγία ἄνθρωπος καὶ Φρύγιον, καὶ Φρυγικός κτητικὸν καὶ Φρυγική καὶ Φρυγικόν, καὶ φρυγίζειν καὶ φρυγιστί. ἔστι καὶ Φρυγία τόπος τῆς Οἴτης ἀπὸ τοῦ ἐκεῖ πεφρύχθαι τὸν Ἡρακλέα. ἔστι καὶ τὰ Φρύγια οὐδετέρως τόπος μεταξὺ Βοιωτίας καὶ Ἀττικῆς. τὸ τοπικὸν Φρυγιεύς, ὡς Μέγαρα Μεγαρεύς.

Translation pending

Herodian overlaps

Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.

Herodian 1.301
char LCS 160 (34.4%) · word LCS 37 (38.5%)
Stephanos
Φρυγία, δύο χῶραι. Στράβων “Φρυγία τε γὰρ ἡ μὲν καλεῖται μεγάλη, ἧς ὁ Μίδας ἐβασίλευε, καὶ τῆς ἄλλης μέρος οἱ Γαλάται κατέσχον· ἡ δὲ μικρὰ ἡ ἐφ´ Ἑλλησπόντῳ [καὶ ἡ] περὶ τὸν Ὄλυμπον, ἡ καὶ ἐπίκτητος λεγομένη”. οἱ ἐξ ἑκατέρας λέγονται Φρύγες καὶ Μυσοί. λέγονται καὶ Βρίγες. τὸ ἐθνικὸν Φρύξ καὶ Φρύγιος καὶ Φρυγία ἄνθρωπος καὶ Φρύγιον, καὶ Φρυγικός κτητικὸν καὶ Φρυγική καὶ Φρυγικόν, καὶ φρυγίζειν καὶ φρυγιστί. ἔστι καὶ Φρυγία τ…
Herodian
ἁλία. τὸ μέντοι σκοπιά καὶ σποδιά ὀξύνονται ὡς ἔχοντα τὸ 'ο' πρὸ τοῦ 'ι', ὥσπερ καὶ τὸ πολιά καὶ τροχιά καὶ ἁματροχιά καὶ ὁρμιά. Τὰ παραληγόμενα τῷ 'ι' ἀπὸ τῶν εἰς 'ξ' βαρύνεται, Φρυγία, δύο χῶραι. Στράβων «Φρυγία τε γὰρ ἡ μὲν καλεῖται μεγάλη, ἧς ὁ Μίδας ἐβασίλευε, καὶ τῆς ἄλλης μέρος οἱ Γαλάται κατέσχον ἡ δὲ μικρὰ ἡ ἐφ´ Ἑλλησπόντῳ καὶ ἡ περὶ τὸν Ὄλυμπον, ἡ καὶ ἐπίκτητος λεγομένη». ἔστι καὶ Φρυγία τόπος τῆς Οἴτης ἀπὸ τοῦ ἐκεῖ πεφρύχθαι τὸν Ἡρακλέα«. Βεβρυκία, Ὀρτυγία, Αἰθικία. Θεόπομπος τριακοστῇ ἐνάτῃ Φιλιππικῶν. Κιλικία, Ἀμβρακία ἀπὸ Ἄμβρακος τοῦ παιδὸς Θεσπρωτοῦ τοῦ Λυκάονος ἢ ἀπὸ Ἀμβρακίας τ…