Stephanos of Byzantium - Ethnika
Translation pending
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Φυκοῦς, πόλις Λιβύης. κεῖται δὲ ὁ Φυκοῦς κατὰ τὸ Ταίναρον τῆς Πελοποννήσου. ὁ πολίτης Φυκούσιος, ἐπειδὴ καὶ Φυκουσία λίμνη. εἰσὶ καὶ Φυκοῦσσαι νῆσοι Λιβύης. ὀνομάζονται δὲ διὰ τὸ φύκων εἶναι πλήρεις. οἱ νησιῶται Φυκουσσαῖοι ἢ Φυκούσσιοι.
…κὴ πόλις—ἔστι καὶ δῆμος πλησίον τῆς Κῶ ὁ Δαφνοῦς λεγόμενος—Σελινοῦς πόλις Σικελίας ἀρσενικῶς καὶ θηλυκῶς λεγομένη—Φοινικοῦς πόλις Κρήτης· ἔστι καὶ νῆσος πρὸς τῇ Λυκίᾳ· ἔστι καὶ Φοινικοῦς λιμήν. Θουκυδίδης ὀγδόῃ (c. 34). Φυκοῦς πόλις Λιβύης· κεῖται δὲ ὁ Φυκοῦς κατὰ τὸ Ταίναρον τῆς Πελοποννήσου. Θριοῦς πόλις πάλαι τῆς Ἀχαΐας, νῦν δὲ τῆς Ἠλείας ὅμορος Πάτραις. ἄλλοι δὲ ἀπὸ Θριοῦντος Ἀθηναίου, ὃν Θησεὺς ἔπεμψε μετὰ στρατιᾶς συμμαχήσειν Ἡρακλεῖ. Μυρικοῦς πόλις καταντικρὺ Τενέδου καὶ Λέσβου τῆς Τροίας. Ἑκαταῖος »ε…