Stephanos of Byzantium - Ethnika
Stephanos excerpt (left) is aligned with matched Herodian passages (right). Colors indicate corresponding overlap spans.
Φυλή, δῆμος Οἰνηίδος φυλῆς. Ἀριστοφάνης Ἀχαρνεῦσι “πόθεν; ἀπὸ Φυλῆς ἔλαβον οἱ Βοιώτιοι”. καὶ ἐν Πλούτῳ “μὴ μνησικακήσῃς εἰ σὺ Φυλὴν κατέλαβες”. ὁ δημότης Φυλάσιος. τὰ τοπικὰ ἐκ Φυλῆς καὶ ἀπὸ Φυλῆς. καὶ ἐθνικῶς οἱ ἀπὸ Φυλῆς. Φυλήνδε Φυλῆσιν. ἔστι καὶ φυλὴ τὸ τρίτον εἶδος τῶν παρ´ Ἕλλησι κοινωνιῶν. τὸ ἐθνικὸν φυλέτης, καὶ κτητικὸν φυλετικός φυλετική.
…να«. εἴρηται ἀπὸ Ὕλης τῆς Θεσπιέως ἢ ὅτι ὑλώδης ἐστίν. ἔστι δὲ καὶ πόλις Κύπρου καὶ Ὕλη χωρίον μεταξὺ τῆς Σαβίνων καὶ Ῥωμαίων πόλεως. μονῆρες ἄρα τὸ φυλή ὀξυνόμενον. ἔστι δὲ τὸ τρίτον εἶδος τῶν παρ´ Ἕλλησι κοινωνιῶν καὶ δῆμος Οἰνηΐδος φυλῆς. Ἀριστοφάνης Ἀχαρνεῦσι ( 1023) »πόθεν; ἀπὸ Φυλῆς ἔλαβον οἱ Βοιώτιοι«. καὶ ἐν Πλούτῳ ( 1146) »μὴ μνησικακήσῃς εἰ σὺ Φυλὴν κατέλαβες«. * Τὰ διὰ τοῦ 'ολη' ῥηματικὰ ὄντα ὀξύνεται, στέλλω στολή, βάλλω βολή, χέω χολή. * Δισύλλαβον εἰς 'ωλη' ἀσυνάλειπτον οὐχ εὕρηται, τὸ δὲ πωλῆ περισπᾶται ἀπὸ συναιρέσεως. Τὰ διὰ τοῦ 'αλη' ὑπερδισύλλαβα μονογενῆ ἀσυνάλειπτ…